<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2:29-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2:29-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="29"><p rend="align(indent)"><q rend="single">Πολυμνάστῳ δὲ τὸν θʼ ὑπολύδιον νῦν ὀνομαζόμενον τόνον ἀνατιθέασι, καὶ τὴν ἔκλυσιν καὶ τὴν ἐκβολὴν πολὺ μείζω πεποιηκέναι φασὶν αὐτόν. καὶ αὐτὸν δὲ τὸν Ὄλυμπον ἐκεῖνον, ᾧ δὴ τὴν <milestone unit="tlnum" n="5"/> ἀρχὴν τῆς Ἑλληνικῆς τε καὶ νομικῆς μούσης ἀποδιδόασι, τό τε τῆς ἁρμονίας γένος ἐξευρεῖν φασι, καὶ τῶν ῥυθμῶν τόν τε προσοδιακὸν ἐν ᾧ ὁ τοῦ Ἄρεως νόμος, καὶ τὸν χορεῖον ᾧ πολλῷ κέχρηται ἐν τοῖς Μητρῴοις· ἔνιοι δὲ καὶ τὸν βακχεῖον Ὄλυμπον <milestone unit="tlnum" n="10"/> οἴονται εὑρηκέναι. δηλοῖ δʼ ἕκαστον τῶν ἀρχαίων μελῶν, ὅτι ταῦθʼ οὕτως ἔχει. Λᾶσος δʼ ὁ <milestone unit="stephpage" n="1141c"/>Ἑρμιονεὺς εἰς τὴν διθυραμβικὴν ἀγωγὴν μεταστήσας τοὺς ῥυθμοὺς· καὶ τῇ τῶν αὐλῶν πολυφωνίᾳ κατακολουθήσας πλείοσί τε φθόγγοις καὶ διερριμμένοις <milestone unit="tlnum" n="15"/> χρησάμενος εἰς μετάθεσιν τὴν προϋπάρχουσαν ἤγαγε μουσικήν.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="30"><p rend="align(indent)"><q rend="single">ὁμοίως δὲ καὶ Μελανιππίδης ὁ μελοποιὸς ἐπιγενόμενος οὐκ ἐνέμεινε τῇ προϋπαρχούσῃ μουσικῇ, ἀλλʼ οὐδὲ Φιλόξενος; οὐδὲ Τιμόθεος· οὗτος <milestone unit="tlnum" n="20"/> γάρ, ἑπταφθόγγου τῆς λύρας ὑπαρχούσης ἕως εἰς Τέρπανδρον τὸν Ἀντισσαῖον, διέρριψεν εἰς πλείονας φθόγγους. ἀλλὰ γὰρ καὶ αὐλητικὴ ἀφʼ ἁπλουστέρας εἰς ποικιλωτέραν μεταβέβηκε μουσικήν· τὸ γὰρ <pb xml:id="v.6.p.515"/> παλαιόν, ἕως εἰς· Μελανιππίδην τὸν τῶν διθυράμβων <milestone unit="stephpage" n="1141d"/> ποιητήν, συμβεβήκει τοὺς αὐλητὰς; παρὰ τῶν ποιητῶν λαμβάνειν τοὺς μισθούς, πρωταγωνιστούσης δηλονότι τῆς ποιήσεως, τῶν δʼ αὐλητῶν ὑπηρετούντων <milestone unit="tlnum" n="5"/> τοῖς διδασκάλοις·; ὕστερον δὲ καὶ τοῦτο διεφθάρη, ὡς καὶ Φερεκράτη τὸν κωμικὸν εἰσαγαγεῖν τὴν Μουσικὴν ἐν γυναικείῳ σχήματι, ὅλην κατῃκισμένην τὸ σῶμα· ποιεῖ δὲ τὴν Δικαιοσύνην διαπυνθανομένην τὴν αἰτίαν τῆς λώβης καὶ τὴν Ποίησιν <milestone unit="tlnum" n="10"/> λέγουσαν· 
    <quote rend="blockquote"><l><label>ΜΟΥΣ.</label><q rend="single">λέξω μὲν οὐκ ἄκουσα· σοί τε γὰρ κλύειν</q></l><l><q rend="merge; single">ἐμοί τε λέξαι θυμὸς ἡδονὴν ἔχει.</q></l><milestone unit="stephpage" n="1141e"/><l><q rend="merge; single">ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης,</q></l><l><q rend="merge; single">ἐν τοῖσι πρῶτος ὃς λαβὼν ἀνῆκέ με</q></l><milestone unit="tlnum" n="15"/><l><q rend="merge; single">χαλαρωτέραν τʼ ἐποίησε χορδαῖς δώδεκα. </q></l><l><q rend="merge; single">ἀλλʼ οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ</q></l><l><q rend="merge; single">ἔμοιγε <gap reason="lost" rend="**"/> πρὸς τὰ νῦν κακά. </q></l><l><q rend="merge; single">Κινησίας δὲ μʼ ὁ κατάρατος Ἀττικός,</q></l><l><q rend="merge; single">ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς</q></l><milestone unit="tlnum" n="20"/><l><q rend="merge; single">ἀπολώλεχʼ οὕτως, ὥστε τῆς ποιήσεως</q></l><milestone unit="stephpage" n="1141f"/><l><q rend="merge; single">τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν,</q></l><l><q rend="merge; single">ἀριστέρʼ αὐτοῦ φαίνεται τὰ δεξιά. </q></l><l><q rend="merge; single">ἀλλʼ οὖν ἀνεκτὸς οὗτος ἦν ὅμως ἐμοί.</q></l><pb xml:id="v.6.p.516"/><l><q rend="merge; single">Φρῦνις δʼ ἴδιον στρόβιλον ἐμβαλών τινα</q></l><l><q rend="merge; single">κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν,</q></l><l><q rend="merge; single">ἐν πέντε χορδαῖς δώδεχʼ ἁρμονίας ἔχων. </q></l><l><q rend="merge; single">ἀλλʼ οὖν ἔμοιγε χοὖτος ἦν ἀποχρῶν ἀνήρ· </q></l><milestone unit="tlnum" n="5"/><l><q rend="merge; single">εἰ γάρ τι κἀξήμαρτεν, αὖθις ἀνέλαβεν. </q></l><l><q rend="merge; single">ὁ δὲ Τιμόθεὸς μʼ, ὦ φιλτάτη, κατορώρυχε</q></l><l><q rend="merge; single">καὶ διακέκναικʼ αἴσχιστα. <label>ΔΙΚ.</label> ποῖος οὑτοσὶ</q></l><l><q rend="merge; single">ὁ Τιμόθεος; <label>ΜΟΥΣ.</label> Μιλήσιός τις πυρρίας</q></l><milestone unit="stephpage" n="1142a"/><l><q rend="merge; single">κακά μοι παρέσχεν οὗτος, ἅπαντας οὓς λέγω</q></l><milestone unit="tlnum" n="10"/><l><q rend="merge; single">παρελήλυθʼ ᾅδων ἐκτραπέλους μυρμηκιάς.</q></l><l><q rend="merge; single">κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ, </q></l><l><q rend="merge; single">ἀπέδυσε κἀνέδυσε χορδαῖς δώδεκα.</q></l></quote> 
    καὶ Ἀριστοφάνης ὁ κωμικὸς μνημονεύει Φιλοξένου καί φησιν, ὅτι εἰς τοὺς κυκλίους χοροὺς μέλη εἰσηνέγκατο. <milestone unit="tlnum" n="15"/> ἡ δὲ Μουσικὴ λέγει ταῦτα· 
    <quote rend="blockquote; single"><l>ἐξαρμονίους ὑπερβολαίους, τʼ ἀνοσίους </l><l> καὶ νιγλάρους, ὥσπερ τε τὰς ῥαφάνους ὅλην </l><l> καμπῶν με κατεμέστωσε.</l></quote> 
    καὶ ἄλλοι δὲ κωμῳδοποιοὶ ἔδειξαν τὴν ἀτοπίαν τῶν <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" n="1142b"/> μετὰ ταῦτα τὴν μουσικὴν κατακεκερματικότων.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="31"><p rend="align(indent)"><q rend="single">ὅτι δὲ παρὰ τὰς ἀγωγὰς καὶ τὰς μαθήσεις <pb xml:id="v.6.p.517"/> διόρθωσις ἢ διαστροφὴ γίγνεται, δῆλον Ἀριστόξενος ἐποίησε. τῶν γὰρ κατὰ τὴν αὑτοῦ ἡλικίαν φησὶ Τελεσίᾳ τῷ Θηβαίῳ συμβῆναι νέῳ μὲν ὄντι τραφῆναι ἐν τῇ καλλίστῃ μουσικῇ καὶ μαθεῖν ἄλλα τε <milestone unit="tlnum" n="5"/> τῶν εὐδοκιμούντων καὶ δὴ καὶ τὰ Πινδάρου, τὰ τε Διονυσίου τοῦ Θηβαίου καὶ τὰ Λάμπρου καὶ τὰ Πρατίνου καὶ τῶν λοιπῶν, ὅσοι τῶν λυρικῶν ἄνδρες ἐγένοντο ποιηταὶ κρουμάτων ἀγαθοί· καὶ αὐλῆσαι δὲ καλῶς καὶ περὶ τὰ λοιπὰ μέρη τῆς συμπάσης <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" n="1142c"/> παιδείας ἱκανῶς διαπονηθῆναι· παραλλάξαντα δὲ τὴν τῆς ἀκμῆς ἡλικίαν οὕτω σφόδρα ἐξαπατηθῆναι ὑπὸ τῆς σκηνικῆς τε καὶ ποικίλης μουσικῆς, ὡς καταφρονῆσαι τῶν καλῶν ἐκείνων, ἐν οἷς ἀνετράφη, τὰ Φιλοξένου δὲ καὶ Τιμοθέου ἐκμανθάνειν, καὶ <milestone unit="tlnum" n="15"/> τούτων αὐτῶν τὰ ποικιλώτατα καὶ πλείστην ἐν αὑτοῖς ἔχοντα καινοτομίαν· ὁρμήσαντὰ τʼ ἐπὶ τὸ ποιεῖν μέλη καὶ διαπειρώμενον ἀμφοτέρων τῶν τρόπων, τοῦ τε Πινδαρείου καὶ Φιλοξενείου, μὴ δύνασθαι κατορθοῦν ἐν τῷ Φιλοξενείῳ γένει· γεγενῆσθαι δʼ <milestone unit="tlnum" n="20"/> αἰτίαν τὴν ἐκ παιδὸς καλλίστην ἀγωγήν.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="32"><p rend="align(indent)"><q rend="single">εἰ οὖν τις βούλεται μουσικῇ καλῶς καὶ <milestone unit="stephpage" n="1142d"/> κεκριμένως χρῆσθαι, τὸν ἀρχαῖον ἀπομιμείσθω τρόπον· ἀλλὰ μὴν καὶ τοῖς ἄλλοις αὐτὴν μαθήμασιν ἀναπληρούτω καὶ φιλοσοφίαν ἐπιστησάτω παιδαγωγόν· <milestone unit="tlnum" n="25"/> αὕτη γὰρ ἱκανὴ κρῖναι τὸ μουσικῇ πρέπον <pb xml:id="v.6.p.518"/> μέτρον καὶ τὸ χρήσιμον. τριῶν γὰρ ὄντων μερῶν, εἰς ἃ διῄρηται τὴν καθόλου διαίρεσιν ἡ πᾶσα μουσική, διατόνου χρώματος ἁρμονίας, ἐπιστήμονα χρὴ εἶναι τῆς τούτοις χρωμένης ποιήσεως τὸν μουσικῇ <milestone unit="tlnum" n="5"/> προσιόντα καὶ τῆς ἑρμηνείας τῆς τὰ πεποιημένα παραδιδούσης ἐπήβολον. πρῶτον μὲν οὖν <milestone unit="stephpage" n="1142e"/> κατανοητέον, ὅτι πᾶσα μάθησις τῶν περὶ τὴν μουσικὴν ἐθισμός ἐστιν οὐδέπω προσειληφὼς τὸ τίνος ἕνεκα τῶν διδασκομένων ἕκαστον τῷ μανθάνοντι <milestone unit="tlnum" n="10"/> μαθητέον ἐστί. μετὰ δὲ τοῦτʼ ἐνθυμητέον, ὅτι πρὸς τὴν τοιαύτην ἀγωγήν τε καὶ μάθησιν οὐδέπω προσάγεται τρόπων ἐξαρίθμησις· ἀλλʼ οἱ μὲν πολλοὶ εἰκῇ μανθάνουσιν ὃ ἂν τῷ διδάσκοντι ἢ τῷ μανθάνοντι ἀρέσῃ, οἱ δὲ συνετοὶ τὸ εἰκῇ ἀποδοκιμάζουσιν, <milestone unit="tlnum" n="15"/> ὥσπερ Λακεδαιμόνιοι τὸ παλαιὸν καὶ Μαντινεῖς καὶ Πελληνεῖς· ἕνα γάρ τινα τρόπον ἢ παντελῶς <milestone unit="stephpage" n="1142f"/> ὀλίγους ἐκλεξάμενοι, οὓς ᾤοντο πρὸς τὴν τῶν ἠθῶν ἐπανόρθωσιν ἁρμόττειν, αὐτῇ τῇ μουσικῇ ἐχρῶντο.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>