<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2:17-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2:17-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="17"><p rend="align(indent)"><q rend="single">τούτων δὴ τῶν ἁρμονιῶν τῆς μὲν θρηνῳδικῆς <milestone unit="tlnum" n="10"/> τινος οὔσης τῆς δʼ ἐκλελυμένης, εἰκότως ὁ Πλάτων παραιτησάμενος αὐτὸς τὴν Δωριστὶ ὡς πολεμικοῖς ἀνδράσι καὶ σώφροσιν ἁρμόζουσαν εἵλετο· <milestone unit="stephpage" n="1136f"/> οὐ μὰ Δίʼ ἀγνοήσας, ὡς Ἀριστόξενός φησιν ἐν τῷ δευτέρῳ τῶν Μουσικῶν, ὅτι καὶ ἐν ἐκείναις <milestone unit="tlnum" n="15"/> τι χρήσιμον ἦν πρὸς πολιτειῶν φυλακήν· πάνυ γὰρ προσέσχε τῇ μουσικῇ ἐπιστήμῃ Πλάτων, ἀκουστὴς γενόμενος Δράκοντος τοῦ Ἀθηναίου καὶ Μετέλλου τοῦ Ἀκραγαντίνου. ἀλλʼ ἐπεί, ὡς προείπομεν, πολὺ τὸ σεμνόν ἐστιν ἐν τῇ Δωριστί, ταύτην προυτίμησεν· <milestone unit="tlnum" n="20"/> οὐκ ἠγνόει δʼ ὅτι πολλὰ Δώρια Παρθένεια ἅμα Ἀλκμᾶνι καὶ Πινδάρῳ καὶ Σιμωνίδῃ καὶ Βακχυλίδῃ πεποίηται, ἀλλὰ μὴν καὶ ὅτι προσόδια καὶ παιᾶνες, καὶ μέντοι ὅτι καὶ τραγικοὶ οἶκτοί ποτε ἐπὶ τοῦ Δωρίου τρόπου ἐμελῳδήθησαν καί τινα <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" n="1137a"/> ἐρωτικὰ ἐξήρκει δʼ αὐτῷ τὰ εἰς τὸν Ἄρη καὶ Ἀθηνᾶν καὶ τὰ σπονδεῖα· ἐπιρρῶσαι γὰρ ταῦτα <pb xml:id="v.6.p.503"/> ἱκανὰ ἀνδρὸς σώφρονος ψυχήν καὶ περὶ τοῦ Λυδίου δʼ οὐκ ἠγνόει καὶ περὶ τῆς Ἰάδος· ἠπίστατο γὰρ ὅτι ἡ τραγῳδία ταύτῃ τῆ μελοποιίᾳ κέχρηται.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="18"><p rend="align(indent)"><q rend="single">καὶ οἱ παλαιοὶ δὲ πάντες οὐκ ἀπείρως <milestone unit="tlnum" n="5"/> ἔχοντες πασῶν τῶν ἁρμονιῶν ἐνίαις ἐχρήσαντο· οὐ γὰρ ἡ ἄγνοια τῆς τοιαύτης στενοχωρίας; καὶ ὀλιγοχορδίας αὐτοῖς αἰτία γεγένηται· οὐδὲ διʼ ἄγνοιαν οἱ περὶ Ὄλυμπον καὶ Τέρπανδρον καὶ οἱ ἀκολουθήσαντες <milestone unit="stephpage" n="1137b"/> τῇ τούτων προαιρέσει περιεῖλον τὴν πολυχορδίαν <milestone unit="tlnum" n="10"/> τε καὶ ποικιλίαν. μαρτυρεῖ γοῦν τὰ Ὀλύμπου τε καὶ Τερπάνδρου ποιήματα καὶ τῶν τούτοις ὁμοιοτρόπων πάντων· ἀλιγόχορδα γὰρ ὄντα καὶ ἁπλᾶ διαφέρει τῶν ποικίλων καὶ πολυχόρδων, ὡς μηδένα δύνασθαι μιμήσασθαι τὸν Ὀλύμπου τρόπον, <milestone unit="tlnum" n="15"/> ὑστερίζειν δὲ τούτου τοὺς ἐν τῷ πολυχόρδῳ τε καὶ πολυτρόπῳ καταγιγνομένους.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="19"><p rend="align(indent)"><q rend="single">Ὅτι δʼ οἱ παλαιοὶ οὐ διʼ ἄγνοιαν ἀπείχοντο τῆς τρίτης ἐν τῷ σπονδειάζοντι τρόπῳ, φανερὸν ποιεῖ ἡ ἐν τῇ κρούσει γενομένη χρῆσις· οὐ γὰρ ἂν <milestone unit="tlnum" n="20"/> ποτʼ αὐτῇ πρὸς τὴν παρυπάτην κεχρῆσθαι συμφώνως, μὴ γνωρίζοντας τὴν χρῆσιν· ἀλλὰ δῆλον ὅτι τὸ τοῦ κάλλους ἦθος, ὃ γίγνεται ἐν τῷ σπονδειακῷ <milestone unit="stephpage" n="1137c"/> τρόπῳ διὰ τὴν τῆς τρίτης ἐξαίρεσιν, τοῦτʼ ἦν τὸ τὴν αἴσθησιν αὐτῶν ἐπάγον ἐπὶ τὸ διαβιβάζειν τὸ <milestone unit="tlnum" n="25"/> μέλος ἐπὶ τὴν παρανήτην. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῆς νήτης· καὶ γὰρ ταύτῃ κατὰ μὲν τὴν <pb xml:id="v.6.p.504"/> κροῦσιν ἐχρῶντο, καὶ πρὸς παρανήτην διαφώνως καὶ πρὸς μέσην συμφώνως· κατὰ δὲ τὸ μέλος οὐκ ἐφαίνετο αὐτοῖς οἰκεία εἶναι τῷ σπονδειακῷ τρόπῳ. οὐ μόνον δὲ τούτοις ἀλλὰ καὶ τῇ συνημμένων νήτῃ <milestone unit="tlnum" n="5"/> οὕτω κέχρηνται πάντες· κατὰ μὲν γὰρ τὴν κροῦσιν αὐτὴν διεφώνουν πρός τε παρανήτην καὶ πρὸς παραμέσην, <milestone unit="stephpage" n="1137d"/> καὶ συνεφώνουν πρός τε μέσην καὶ πρὸς λιχανόν κατὰ δὲ τὸ μέλος κἂν αἰσχυνθῆναι τῷ χρησαμένῳ ἐπὶ τῷ γιγνομένῳ διʼ αὐτὴν ἤθει. δῆλον <milestone unit="tlnum" n="10"/> δʼ εἶναι καὶ ἐκ τῶν Φρυγίων, ὅτι οὐκ ἠγνόητο ὑπʼ Ὀλύμπου τε καὶ τῶν ἀκολουθησάντων ἐκείνῳ· ἐχρῶντο γὰρ αὐτῇ οὐ μόνον κατὰ τὴν κροῦσιν, ἀλλὰ καὶ κατὰ τὸ μέλος ἐν τοῖς Μητρῴοις καὶ ἔν τισὶ τῶν Φρυγίων. δῆλον δὲ καὶ τὸ περὶ τῶν <milestone unit="tlnum" n="15"/> ὑπατῶν, ὅτι οὐ διʼ ἄγνοιαν ἀπείχοντο ἐν τοῖς Δωρίοις τοῦ τετραχόρδου τούτου· αὐτίκα ἐπὶ τῶν λοιπῶν τόνων ἐχρῶντο, δηλονότι εἰδότες· διὰ δὲ τὴν <milestone unit="stephpage" n="1137e"/> τοῦ ἤθους φυλακὴν ἀφῄρουν ἐπὶ τοῦ Δωρίου τόνου, τιμῶντες τὸ καλὸν αὐτοῦ.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="20"><milestone unit="tlnum" n="20"/><p rend="align(indent)"><q rend="single">οἷόν τι καὶ ἐπὶ τῶν τῆς τραγῳδίας ποιητῶν· τῷ γὰρ χρωματικῷ γένει καὶ τῷ ῥυθμῷ τραγῳδία μὲν οὐδέπω καὶ τήμερον κέχρηται, κιθάρα δέ, πολλαῖς γενεαῖς πρεσβυτέρα τραγῳδίας οὖσα, ἐξ ἀρχῆς <pb xml:id="v.6.p.505"/> ἐχρήσατο. τὸ δὲ χρῶμα ὅτι πρεσβύτερόν ἐστι τῆς ἁρμονίας, σαφές. δεῖ γὰρ δηλονότι κατὰ τὴν τῆς ἀνθρωπίνης φύσεως ἔντευξιν καὶ χρῆσιν τὸ πρεσβύτερον λέγειν· κατὰ γὰρ αὐτὴν τὴν τῶν γενῶν φύσιν <milestone unit="tlnum" n="5"/> οὐκ ἔστιν ἕτερον ἑτέρου πρεσβύτερον. εἰ οὖν τις Αἰσχύλον ἢ Φρύνιχον φαίη ἄγνοιαν ἀπεσχῆσθαι <milestone unit="stephpage" n="1137f"/> τοῦ χρώματος, ἆρά γ’ οὐκ ἂν ἄτοπος εἴη; ὁ γὰρ αὐτὸς καὶ Παγκράτην ἂν εἴποι ἀγνοεῖν τὸ χρωματικὸν γένος· ἀπείχετο γὰρ καὶ οὗτος ὡς ἐπὶ τὸ <milestone unit="tlnum" n="10"/> πολὺ τούτου, ἐχρήσατο δʼ ἔν τισιν· οὐ διʼ ἄγνοιαν οὖν δηλονότι, ἀλλὰ διὰ τὴν προαίρεσιν ἀπείχετο· ἐζήλου γοῦν, ὡς αὐτὸς ἔφη, τὸν Πινδάρειόν τε καὶ Σιμωνίδειον τρόπον καὶ καθόλου τὸ ἀρχαῖον καλούμενον · ὑπὸ τῶν νῦν.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>