<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2:13-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2:13-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="13"><p rend="align(indent)"><q rend="single">εἰρηκὼς κατὰ δύναμιν περί τε τῆς πρώτης <milestone unit="tlnum" n="10"/> μουσικῆς καὶ τῶν πρῶτον εὑρόντων αὐτήν καὶ ὑπὸ τίνων κατὰ χρόνους; ταῖς προσεξευρέσεσιν ηὔξηται καταπαύσω τὸν λόγον καὶ παραδώσω τῷ ἑταίρῳ Σωτηρίχῳ, ἐσπουδακότι οὐ μόνον περὶ μουσικὴν ἀλλὰ καὶ περὶ τὴν ἄλλην ἐγκύκλιον παιδείαν ἡμεῖς; <milestone unit="tlnum" n="15"/> γὰρ μᾶλλον χειρουργικῷ μέρει τῆς μουσικῆς ἐγγεγυμνάσμεθα.</q> ὁ μὲν Λυσίας ταῦτʼ εἰπὼν κατέπαυσε τὸν λόγον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="14"><p rend="align(indent)">Σωτήριχος δὲ μετὰ τοῦτον ὧδέ πως ἔφη· <milestone unit="stephpage" n="1135e"/> <q rend="single">ὑπὲρ σεμνοῦ ἐπιτηδεύματος καὶ θεοῖς μάλιστα ἀρέσκοντος, <milestone unit="tlnum" n="20"/> ὠγαθὲ Ὀνησίκρατες, τοὺς λόγους ἡμᾶς προετρέψω ποιήσασθαι. ἀποδέχομαι μὲν οὖν τῆς συνέσεως τὸν διδάσκαλον Λυσίαν ἀλλὰ μὴν καὶ τῆς μνήμης ἣν ἐπεδείξατο περί τε τοὺς εὑρετὰς τῆς πρώτης μουσικῆς καὶ περὶ τοὺς τὰ τοιαῦτα <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" n="1135f"/> συγγεγραφότας· ὑπομνήσω δὲ τοῦθʼ, ὅτι τοῖς ἀναγεγραμμένοις μόνοις κατακολουθήσας πεποίηται τὴν <pb xml:id="v.6.p.500"/> δεῖξιν. ἡμεῖς δʼ οὐκ ἄνθρωπόν τινα παρελάβομεν εὑρετὴν τῶν τῆς μουσικῆς ἀγαθῶν, ἀλλὰ τὸν πάσαις ταῖς ἀρεταῖς κεκοσμημένον θεὸν Ἀπόλλωνα. οὐτε γὰρ Μαρσύου ἢ Ὀλύμπου ἢ Ὑάγνιδος, ὥς τινες <milestone unit="tlnum" n="5"/> οἴονται, εὕρημα ὁ αὐλός· οὐ μόνη δὲ κιθάρα Ἀπόλλωνος, ἀλλὰ καὶ αὐλητικῆς καὶ κιθαριστικῆς εὑρετὴς ὁ θεός. δῆλον δʼ ἐκ τῶν χορῶν καὶ τῶν θυσιῶν, ἃς προσῆγον μετʼ αὐλῶν τῷ θεῷ· καθάπερ ἄλλοι <milestone unit="stephpage" n="1136a"/> τε καὶ Ἀλκαῖος ἔν τινι τῶν ὕμνων ἱστορεῖ. καὶ ἡ <milestone unit="tlnum" n="10"/> ἐν Δήλῳ δὲ τοῦ ἀγάλματος αὐτοῦ ἀφίδρυσις ἔχει ἐν μὲν τῇ δεξιᾷ τόξον, ἐν δὲ τῇ ἀριστερᾷ Χάριτας, τῶν τῆς μουσικῆς ὀργάνων ἑκάστην τι ἔχουσαν· ἡ μὲν γὰρ λύραν κρατεῖ ἡ δʼ αὐλοὺς ἡ δʼ ἐν μέσῳ προσκειμένην ἔχει τῷ στόματι σύριγγα ὅτι δʼ <milestone unit="tlnum" n="15"/> οὗτος οὐκ ἐμὸς ὁ λόγος, Ἀντικλῆς καὶ Ἴστρος ἐν ταῖς Ἐπιφανείαις περὶ τούτων ἀφηγήσαντο. οὕτω δὲ παλαιόν ἐστι τὸ ἀφίδρυμα, τοῦτο, ὥστε τοὺς ἐργασαμένους αὐτὸ τῶν καθʼ Ἡρακλέα Μερόπων φασὶν εἶναι. ἀλλὰ μὴν καὶ τῷ κατακομίζοντι παιδὶ <milestone unit="tlnum" n="20"/> τὴν Τεμπικὴν δάφνην εἰς Δελφοὺς παρομαρτεῖ αὐλητής· <milestone unit="stephpage" n="1136b"/> καὶ τὰ ἐξ Ὑπερβορέων δʼ ἱερὰ μετʼ αὐλῶν καὶ συρίγγων καὶ κιθάρας εἰς τὴν Δῆλόν φασι τὸ παλαιὸν στέλλεσθαι. ἄλλοι δὲ καὶ αὐτὸν τὸν θεόν φασιν αὐλῆσαι, καθάπερ ἱστορεῖ ὁ ἄριστος μελῶν <milestone unit="tlnum" n="25"/> ποιητὴς Ἀλκμάν· ἡ δὲ Κόριννα καὶ διδαχθῆναί φησι τὸν Ἀπόλλω ὑπʼ Ἀθηνᾶς αὐλεῖν. σεμνὴ οὖν κατὰ πάντα ἡ μουσική, θεῶν εὕρημα οὖσα.</q> <pb xml:id="v.6.p.501"/> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="15"><p rend="align(indent)"><q rend="single">ἐχρήσαντο δʼ αὐτῇ οἱ παλαιοὶ κατὰ τὴν ἀξίαν, ὥσπερ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασι πᾶσιν οἱ δὲ νῦν τὰ σεμνὰ αὐτῆς παραιτησάμενοι, ἀντὶ τῆς ἀνδρώδους ἐκείνης καὶ θεσπεσίας καὶ θεοῖς <milestone unit="tlnum" n="5"/> φίλης κατεαγυῖαν καὶ κωτίλην εἰς τὰ θέατρα εἰσάγουσι. τοιγάρτοι Πλάτων ἐν τῷ τρίτῳ τῆς Πολιτείας δυσχεραίνει τῇ τοιαύτῃ μουσικῇ· τὴν γοῦν <milestone unit="stephpage" n="1136c"/>Λύδιον ἁρμονίαν παραιτεῖται, ἐπειδὴ ὀξεῖα καὶ ἐπιτήδειος πρὸς θρῆνον. καὶ τὴν πρώτην σύστασιν <milestone unit="tlnum" n="10"/> αὐτῆς φασι θρηνώδη τινὰ γενέσθαι. Ὄλυμπον γὰρ πρῶτον Ἀριστόξενος ἐν τῷ πρώτῳ περὶ Μουσικῆς ἐπὶ τῷ Πύθωνί φησιν ἐπικήδειον αὐλῆσαι Λυδιστί. εἰσὶ δʼ οἳ Μελανιππίδην τούτου τοῦ μέλους ἄρξαι φασί· Πίνδαρος δʼ ἐν Παιᾶσιν ἐπὶ τοῖς Νιόβης <milestone unit="tlnum" n="15"/> γάμοις φησὶ Λύδιον ἁρμονίαν πρῶτον διδαχθῆναι. ἄλλοι δὲ Τόρηβον πρῶτον τῇ ἁρμονίᾳ χρήσασθαι, καθάπερ Διονύσιος ὁ Ἴαμβος ἱστορεῖ.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="16"><p rend="align(indent)"><q rend="single">καὶ ἡ Μιξολύδιος δὲ παθητικὴ τίς ἐστι, τραγῳδίαις ἁρμόζουσα., Ἀριστόξενος δέ φησι Σαπφὼ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" n="1136d"/> πρώτην εὕρασθαι τὴν Μιξολυδιστί, παρʼ ἧς τοὺς τραγῳδοποιοὺς μαθεῖν· λαβόντας γοῦν αὀτοὺς συζεῦξαι τῇ Δωριστί, ἐπεὶ ἡ μὲν τὸ μεγαλοπρεπὲς καὶ ἀξιωματικὸν ἀποδίδωσιν ἡ δὲ τὸ παθητικόν, μέμικται δὲ διὰ τούτων τραγῳδία. ἐν δὲ τοῖς Ἱστορικοῖς <milestone unit="tlnum" n="25"/> τῆς Ἁρμονικῆς Πυθοκλείδην φησὶ τὸν αὐλητὴν <pb xml:id="v.6.p.502"/> εὑρετὴν αὐτῆς γεγονέναι. Λῦσις δὲ Λαμπροκλέα τὸν Ἀθηναῖον συνιδόντα, ὅτι οὐκ ἐνταῦθα ἔχει τὴν διάζευξιν, ὅπου σχεδὸν ἅπαντες ᾤοντο, ἀλλʼ ἐπὶ τὸ ὀξύ, τοιοῦτον αὐτῆς ἀπεργάσασθαι τὸ σχῆμα οἷον <milestone unit="tlnum" n="5"/> τὸ ἀπὸ παραμέσης ἐπὶ ὑπάτην ὑπατῶν. ἀλλὰ μὴν <milestone unit="stephpage" n="1136e"/> καὶ τὴν Ἐπανειμένην Λυδιστί, εἴπερ ἐναντία τῇ Μιξολυδιστί, παραπλησίαν οὖσαν τῇ Ἰάδι, ὑπὸ Δάμωνος εὑρῆσθαί φασι τοῦ Ἀθηναίου.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>