<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0093.tlg006.1st1K-grc1:29-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0093.tlg006.1st1K-grc1:29-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.tlg006.1st1K-grc1"><div type="textpart" subtype="section" n="29"><p>τίνος γὰρ ἕνεκα αἱ ἔφοδοι καὶ ἀνάρροιαι θαλάττης ἢ τίνος αἰ προχωρήσεις ἢ ἀναξηράνσεις
            τῆς ὑγρότητος καὶ ὅλως πρὸς ἄλλοτ᾽ ἄλλο μεταβολαὶ καὶ φθοραὶ καὶ γενέσεις, ἢ αἱ μὲν ἐν
            αὐτῇ τῇ γῇ ἀλλοιώσεις καὶ μεταβολαὶ γίγνονται πρὸς ἄλλοτ᾽ ἄλλο μεθισταμένων; καὶ ἕτερα
            δ᾽οὐκ ὀλίγα παρόμοια τούτοις. ἔστι δ᾽ ἐν αὐτοῖς τοῖς ζώοις τὰ μὲν ὥσπερ μάταια καθάπερ
            τοῖς ἄρρεσιν οἱ μαστοὶ καὶ τοῖς θήλεσιν ἡ πρόεσις εἴπερ μὴ συμβάλλεται, καὶ πώγωνος δ᾽
            ἐνίοις ἢ ὅλως τριχῶν ἔκφυσις ἔν τισι τόποις· ἔτι δὲ κεράτων μεγέθη καθάπερ τῶν ἐλάφων·
            τοῖς δὲ καὶ λελωβημένοις κινήσει τε καὶ παραιωρήσει καὶ ἐπιπροσθήσει τῶν ὀμμάτων· καὶ ὡς
            ἔνια δὴ βίᾳ ἢ παρὰ φνσιν ὥσπερ ὁ ἐρωδιὸς ὀχεύει καὶ τὸ ἡμερόβιον ζῇ καὶ ἕτερα οὐκ
            ὀλίγα λάβοι τις ἂν τοιαῦτα. </p></div><div type="textpart" subtype="section" n="30"><p>καὶ τὸ μέγνστον δὴ καὶ μάλιστα δοκοῦν περὶ τὰς τροφὰς καὶ γενέσεις τῶν ζώων· οὐθενὸς
            γὰρ ταῦθ᾽ ἕνεκα ἀλλὰ συμπτώματα καὶ δι᾽ ἑτέρας ἀνάγκας. ἔδει γὰρ εἴπερ τούτων χάριν ἀεὶ
            κατὰ ταὐτὰ καὶ ὡσαύτως. ἔτι δ᾽ἐν τοῖς φυτοῖς καὶ μᾶλλον τοῖς ἀψύχοις ὡρισμένην τιν᾽
            ἔχουσι φύσιν, ὥσπερ δοκοῦσι καὶ μορφαῖς καὶ εἴδεσι καὶ δυνάμεσι, τίνος ἕνεκα ταῦτα
            ζητήσειεν ἄν τις. αὐτὸ γὰρ τοῦτο ἄπορον τὸ μὴ ἔχειν λόγον καὶ ταῦτ᾽ ἐν ἑτέροις μὴ
            ποιοῦσι προτέροις καὶ τιμιωτέροις. ἦ καὶ ἔοικεν ὁ λόγος ἔχειν τι πιστὸν ὡς ἄρα τῷ
            αὐτομάτῳ ταῦτα καὶ τῇ τοῦ ὅλου περιφορᾷ λαμβάνει τινὰς ἰδέας ἢ πρὸς ἄλληλα διαφοράς.
          </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>