<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0093.tlg006.1st1K-grc1:23-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0093.tlg006.1st1K-grc1:23-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.tlg006.1st1K-grc1"><div type="textpart" subtype="section" n="23"><p>ἔχει δὲ καὶ αὐτὰ τὰ μαθήματα διαφορὰν καίπερ ὁμογενῆ πως ὄντα, διῄρηται δ᾽ ἱκανῶς. εἰ
            δὲ καὶ ἔνια γνωστὰ τῷ ἄγνωστα εἶναι, καθάπερ τινές φασιν, ἴδιος ἂν ὁ τρόπος εἴη,
            διαιρέσεως δέ τινος δεῖται· τάχα δ᾽ ἐφ᾽ ὧν ἐνδέχεται κατ᾽ ἀναλογίαν οἰκειότερον λέγειν ἢ
            αὐτῷ τῷ ἀγνώστῳ, καθάπερ εἴ τις τῷ ἀοράτῳ τὸ ὁρατόν. πόσοι δ᾽ οὖν τρόποι καὶ ποσαχῶς 
            τὸ εἰδέναι πειρατέον διελεῖν. </p></div><div type="textpart" subtype="section" n="24"><p>ἡ δ᾽ ἀρχὴ πρὸς αὐτὰ ταῦτα καὶ πρῶτον τὸ ἀφορίσαι τί τὸ ἐπίστασθαι. χαλεπώτερον δ᾽ ἂν
            δόξειεν· οὐ γὰρ οἷόν τε καθόλου καὶ κοινόν τι λαβεῖν ἐν τοῖς πλεοναχῶς λεγομένοις. ἐπεὶ
            καὶ τοῦτ᾽ἄπορον ἢ οὐ ῥᾴδιόν γε εἰπεῖν μέχρι πόσου καὶ τίνων ζητητέ᾽ον αἰτίας ὁμοίως ἔν τε
            τοῖς αἰσθητοῖς καὶ νοητοῖς· ἡ γὰρ εἰς τὸ ἄπειρον ὁδὸς ἐν ἀμφοῖν ἀλλοτρία καὶ ἀναιροῦσα
            τὸ φρονεῖν. ἀρχὴ δὲ τρόπον τινὰ ἄμφω. τάχα δ᾽ ἡ μὲν ἡμῖν ἡ δ᾽ ἁπλῶς, ἢ τὸ μὲν τέλος ἡ
            δ᾽ ἡμετέρα τις ἀρχή. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>