<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0093.tlg006.1st1K-grc1:19-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0093.tlg006.1st1K-grc1:19-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.tlg006.1st1K-grc1"><div type="textpart" subtype="section" n="19"><p>τὸ δὲ ὂν ὅτι πολλαχῶς φανερόν· ἡ γὰρ αἴσθησις καὶ τὰς διαφορὰς θεωρεῖ καὶ τὰς
            αἰτίας ζητεῖ· τάχα δ᾽ ἀληθέστερον εἰπεῖν ὡς ὑποβάλλει τῇ διανοίᾳ, τὰ μὲν ἁπλῶς ζητοῦσα,
            τὰ δ᾽ ἀπορίαν ἐργαζομένη δι᾽ ἧς κἂν μὴ δύνηται προβαίνειν ὅμως ἐμφαίνεταί τι φῶς ἐν τῷ
            μὴ φωτὶ ζητούντων ἐπὶ πλέον. τὸ ἐπίστασθαι ἄρα οὐκ ἄνευ διαφορᾶς τινός. εἴτε γὰρ ἕτερα
            ἀλλήλων διαφορά τις· ἔν τε τοῖς καθόλου πλειόνων ὄντων τῶν ὑπὸ τὰ καθόλου διαφέρειν
            ἀνάγκη καὶ ταῦτα, ἐάν τε γένη τὰ καθόλου ἐάν τε εἴδη. </p></div><div type="textpart" subtype="section" n="20"><p>σχεδὸν δὲ καὶ ἐπιστήμη πᾶσα τῶν ἰδίων· ἣ τε γὰρ οὐσία καὶ τὸ τί ἦν εἶναι καθ᾽
            ἕκαστον ἴδιον, τά τε θεωρούμενα καθ᾽ αὑτὰ καὶ οὐ κατὰ συμβεβηκὸς <gap reason="lost" rend="*"/> ἦν ἄν τι κατά τινος.
            ὅλως δὲ τὸ ἐν πλείοσι τὸ αὐτὸ συνιδεῖν ἐπιστήμης, ἤτοι κοινῇ καὶ καθόλου λεγόμενον, ἢ
            ἰδίᾳ πως καθ᾽ ἕκαστον, οἷον ἀριθμοῖς γραμμαῖς ζώοις φυτοῖς. τέλος δ᾽ ἡ ἐξ ἀμφοῖν. ἔστι
            δ᾽ ἐνίων μὲν τὸ καθόλου τέλος, ἐν τούτῳ γὰρ τὸ αἴτιον· τῶν δὲ τὸ ἐν μέρει, καθ᾽ ὅσα
            διαίρεσις εἰς τὰ ἄτομα καθάπερ ἐν τοῖς πρακτοῖς καὶ ποιητοῖς· οὕτως γὰρ αὐτῶν ἡ
            ἐνέργεια. </p></div><div type="textpart" subtype="section" n="21"><p>ταὐτὸ δ᾽ ἐπιστάμεθα καὶ οὐσίᾳ <pb facs="hvdPERIOD32044038411104_0196"/>καὶ ἀριθμῷ
            καὶ εἴδει καὶ γένει καὶ ἀναλογίᾳ καὶ εἰ ἄρα παρὰ ταῦτα διαιρέσει. διὰ πλείστου δὲ τὸ
            κατ᾽ ἀναλογίαν ὡς ἂν ἀπέχοντες πλεῖστον τὰ μὲν δι᾽ ἡμὰς αὐτοὺς τὰ δὲ διὰ τὸ ὑποκείμενον
            τὰ δὲ διὰ τἄμφω. </p></div><div type="textpart" subtype="section" n="22"><p>πλεοναχῶς δ᾽ ὄντος τοῦ ἐπίστασθαι πῶς ἕκαστον μεταδιωκτέον ἀρχὴ καὶ μέγιστον ὁ
            οἰκεῖος τρόπος, οἷον τὰ πρῶτα καὶ νοητὰ καὶ τὰ κινητὰ καὶ ὑπὸ τὴν φύσιν, αὐτῶν δὲ τούτων
            τὰ ἐν ἀρχῇ καὶ <add>τὰ</add> ἑπόμενα μέχρι ζώων καὶ φυτῶν καὶ ἐσχάτων τῶν ἀψύχων. ἔστι γάρ τι
            καθ᾽ ἕκαστον γένος ἴδιον ὥσπερ καὶ ἐν τοῖς μαθηματικοῖς. </p></div><div type="textpart" subtype="section" n="23"><p>ἔχει δὲ καὶ αὐτὰ τὰ μαθήματα διαφορὰν καίπερ ὁμογενῆ πως ὄντα, διῄρηται δ᾽ ἱκανῶς. εἰ
            δὲ καὶ ἔνια γνωστὰ τῷ ἄγνωστα εἶναι, καθάπερ τινές φασιν, ἴδιος ἂν ὁ τρόπος εἴη,
            διαιρέσεως δέ τινος δεῖται· τάχα δ᾽ ἐφ᾽ ὧν ἐνδέχεται κατ᾽ ἀναλογίαν οἰκειότερον λέγειν ἢ
            αὐτῷ τῷ ἀγνώστῳ, καθάπερ εἴ τις τῷ ἀοράτῳ τὸ ὁρατόν. πόσοι δ᾽ οὖν τρόποι καὶ ποσαχῶς 
            τὸ εἰδέναι πειρατέον διελεῖν. </p></div><div type="textpart" subtype="section" n="24"><p>ἡ δ᾽ ἀρχὴ πρὸς αὐτὰ ταῦτα καὶ πρῶτον τὸ ἀφορίσαι τί τὸ ἐπίστασθαι. χαλεπώτερον δ᾽ ἂν
            δόξειεν· οὐ γὰρ οἷόν τε καθόλου καὶ κοινόν τι λαβεῖν ἐν τοῖς πλεοναχῶς λεγομένοις. ἐπεὶ
            καὶ τοῦτ᾽ἄπορον ἢ οὐ ῥᾴδιόν γε εἰπεῖν μέχρι πόσου καὶ τίνων ζητητέ᾽ον αἰτίας ὁμοίως ἔν τε
            τοῖς αἰσθητοῖς καὶ νοητοῖς· ἡ γὰρ εἰς τὸ ἄπειρον ὁδὸς ἐν ἀμφοῖν ἀλλοτρία καὶ ἀναιροῦσα
            τὸ φρονεῖν. ἀρχὴ δὲ τρόπον τινὰ ἄμφω. τάχα δ᾽ ἡ μὲν ἡμῖν ἡ δ᾽ ἁπλῶς, ἢ τὸ μὲν τέλος ἡ
            δ᾽ ἡμετέρα τις ἀρχή. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>