<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1:14.64-14.69</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1:14.64-14.69</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="14"><div type="textpart" subtype="section" n="64"><p> XIV. Τί δή ποτε Δημόκριτος τοὺς μὲν χυμοὺς
πρὸς τὴν γεῦσιν ἀποδίδωσι, τὰς δ᾿ ὀσμὰς καὶ τὰς
χρόας οὐχ ὁμοίως πρὸς τὰς ὑποκειμένας αἰσθήσεις;
ἔδει γὰρ ἐκ τῶν σχημάτων. ἢ τοῦτό γε
πρὸς ἅπαντας κοινόν; ἅπαντες γὰρ οἱ μὲν μόνης
<note type="footnote">¹ i.e. to form a ‘crust.’ ² τὰ ins. Sch.</note>
<note type="footnote">³ cf. H.P. 1. 6. 7.</note>
<note type="footnote">⁴ i.e. when the fat of the living bear becomes abnormally
developed. Plin. 8. 128. expresses his surprise at T. ’s credulity
</note>

<pb n="384"/>
οἱ δὲ μάλιστα ταύτης τὰ πάθη λέγουσι καὶ τὰς
διαφοράς, ὡς ἐν χρώμασι λευκὸν καὶ μέλαν, καὶ
ἐν χυμοῖς γλυκὺ καὶ πικρόν, οὐχ οὕτω δ᾿ ἐν
ὀσμαῖς· οὐδὲν γὰρ πλὴν τό τ᾿ εὔοσ μον καὶ τὸ
κάκοσμον. οὐδ᾿ ἐν ἀπτοῖς· πλείω γὰρ εὐθὺ τὰ
ὑποκείμενα, σκληρὸν μαλακὸν τραχὺ λεῖον.</p></div><div type="textpart" subtype="section" n="65"><p> Ἀλλὰ μᾶλλον ἐν φωναῖς, ὀξὺ καὶ βαρύ. ἔτι
δὲ τὰ μὲν μικτὰ τὰ δ᾿ ἄμικτα. ἄμικτοι χυλοὶ οἱ
μὲν τῷ μὴ καταμερίζεσθαι ὥστ᾿ ἐξ ἀμφοῖν, οἷον
ὕδωρ ἔλαιον φλέγμα αἷμα, ὅλως πᾶν τὸ ἐπινέον
ἢ τὸ διαιροῦν, ὥσπερ τὸ ὄξος καὶ τὸ γάλα. τὸ
γὰρ τῇ πιέσει καὶ τρίψει μιγνύμενον ἕτερον εἶδος.
ἄλλον δὲ τρόπον οἱ μὴ εὔμικτοι πρὸς τὴν χρείαν
ἢ καὶ λυμαινόμενοι ἀλλήλους, οἷον ἡ θάλαττα
καὶ τὰ νιτρώδη καὶ πικρὰ ὕδατα τοὺς οἴνους καὶ
τὰ πότιμα, ἐὰν μὴ εὐθὺς χρῆταί τις.</p></div><div type="textpart" subtype="section" n="66"><p> Ὀσμαὶ δὲ αἱ μὲν οὕτως ἄμικτοι πλείους καὶ
ὥστε καθόλου λαβεῖν αἱ κακώδεις ταῖς κακώδεσι.
ὡς δὲ βέλτιόν τι τὸ ἐξ ἀμφοῖν ἔργον εὑρεῖν εἰ
<note type="footnote">¹ i.e. taste.</note>
<note type="footnote">² There seems to be some confusion here, as in the first
sentence of the section T. complained that colours are not
classified. The following passage is unusually elliptical, and
the text is probably defective T.’a complaint seems to be
that sense-experiences in general have been inadequately
classified (cf. 2); and in 66 foll. he specially mentions smells.</note>

<pb n="386"/>
μὴ ἀδύνατον, εἰς τὴν τοιαύτην δὲ δύναμιν
ἅπαν ὡς εἰπεῖν πρὸς πᾶν εὔοσμον. ἀλλ᾿ ἔνθα
μὲν ἴσως χείρω ποιεῖ ἔνθα δὲ βελτίω, καθάπερ
ἐπὶ τῶν μύρων· τὰ μὲν γὰρ ἀφαιρεῖται τὸ ἄκρατον
καὶ σκληρόν, τὰ δ᾿ ἀποθηλύνει καὶ ὥσπερ
ἐξυδατοῖ τὰς ὀσμάς. ἐν δὲ τοῖς ξηροῖς ἅπασαι
πάσαις μικταί.</p></div><div type="textpart" subtype="section" n="67"><p> Τὰ γὰρ διαπάσματα ὅσῳ ἂν ᾖ πλειόνων
ἀμείνω. ποιεῖ δὲ καὶ ἡ τοῦ οἴνου κατάμιξις καὶ
μύρα ἔνια καὶ θυμιάματα εὐοσμότερα, καθάπερ
τὴν σμύρναν. δοκεῖ δὲ καὶ τὸ μύρον ἡδύνειν τοὺς
οἴνους, διὸ καὶ οἱ μὲν ἐν τῇ οἰνοποιΐᾳ μιγνύουσιν
οἱ δὲ οὕτως ἐπιχεόμενον πίνουσιν. οὐκ ἄλογον
δὲ συνέγγυς τὰς αἰσθήσεις οὔσας καὶ ἐν τοῖς
αὐτοῖς ὑποκειμένοις ἔχειν τινὰ ἐπικοινωνίαν· ὡς
γὰρ ἐπὶ τὸ πᾶν οὐδεὶς οὔτε χυλὸς ἄοσμος οὔτε
ὀσμὴ ἄχυλος· τοῦτο δὲ ὅτι οὐδεμία ἐκ μὴ ἔχοντος
χυλόν.</p></div><div type="textpart" subtype="section" n="68"><p> Συμβαίνει δὲ καὶ μεταβάλλειν τὰς ὀσμὰς ἅμα
τοῖς χυλοῖς, ὥσπερ ἐπί τε τοῦ οἴνου καὶ ἐπὶ
καρπῶν τινῶν· ἐνίων δὲ καὶ ἐν τῷ ἄνθει πρότερον.
ὥσπερ τῶν βοτρύων· ἡ δὲ τῶν μύρων εἰς ἀκμὴν
μόνον καὶ οἷον φθίσιν. μετακινοῦνται δ᾿ ἐν ταῖς
ἐτείαις ὥραις πάνθ᾿ ὡς εἰπεῖν, μάλιστα δὲ τὰ
<note type="footnote">¹ I have inserted οὐχ, suggested by Sch.</note>
<note type="footnote">² Like Sch. I fail to see the relevance of this remark.
The sense required is ‘while the fruit is still on the tree’:</note>

<pb n="388"/>
ἀσθενέστατα, τὰ δ᾿ ἄνθινα καθ᾿ ἣν ὥραν ἀνθεῖ τὸ
ἄνθος.</p></div><div type="textpart" subtype="section" n="69"><p><del status="error">Τὰς</del> συνθέσεις ποιοῦσιν ἐκ τῶν ἀρωμάτων·
θραύσαντες πολλὰ καὶ μίξαντες εἰς ταὐτὸ κλείουσιν
εἰς κιβώτιον, εἶτ᾿ ἀνοίγοντες διά τινων
ἡμερῶν ὅτι ἂν μάλιστα ὄζειν δοκῇ τοῦτ᾿ αἴρουσι,
καὶ πάλιν δὲ καὶ πάλιν διαλείποντες χρόνον,
ὅπως ἂν μηδενὸς ἐξόζῃ. θαυμαστὴν δ᾿ ὀσμὴν
λαμβάνει τὰ ἱμάτια εἰς ταῦτα τιθέμενα.</p><p>Τὸ δὲ τῆς βαλάνου τῆς Αἰγυπτίας μύρον αὐτὸ
μὲν οὐκ ἄγαν ἀναπνεῖ, μιγνύμενον δὲ ποιεῖ τἆλλα
βελτίω μάλιστα δὲ τὴν <del status="error">ἶριν</del><gap reason="omitted"/>.</p><note type="footnote">1 cf. 63.</note><note type="footnote">2 cf. 57, of which this section seems to be a repetitio.</note><note type="footnote">3 cf. 15.</note></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>