<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2:396-415</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2:396-415</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="396">κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;</l></sp><sp><speaker>Ἐτεοκλής</speaker><l n="397">κόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν τρέσαιμʼ ἐγώ,</l><l n="398">οὐδʼ ἑλκοποιὰ γίγνεται  τὰ σήματα·</l><l n="399">λόφοι δὲ κώδων τʼ οὐ δάκνουσʼ ἄνευ δορός.</l><l n="400">καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδος</l><l n="401">ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,</l><l n="402">τάχʼ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.</l><l n="403">εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὀφθαλμοῖς πέσοι,</l><l n="404">τῷ τοι φέροντι σῆμʼ ὑπέρκομπον τόδε</l><l n="405">γένοιτʼ ἂν ὀρθῶς ἐνδίκως τʼ ἐπώνυμον,</l><l n="406">καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται.</l><l n="407">ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον</l><l n="408">τῶνδʼ  ἀντιτάξω προστάτην πυλωμάτων,</l><l n="409">μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον</l><l n="410">τιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους.</l><l n="411">αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ.</l><l n="412">σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,</l><l n="413">ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος,</l><l n="414">Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ·</l><l n="415">Δίκη δʼ ὁμαίμων  κάρτα νιν προστέλλεται</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>