<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2:376-395</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2:376-395</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="376">ὥς τʼ  ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.</l><l n="377">Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν</l><l n="378">βρέμει, πόρον δʼ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν</l><l n="379">ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται  καλά.</l><l n="380">Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος</l><l n="381">μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·</l><l n="382">θείνει  δʼ ὀνείδει μάντιν Οἰκλείδην  σοφόν,</l><l n="383">σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.</l><l n="384">τοιαῦτʼ ἀυτῶν τρεῖς κατασκίους λόφους</l><l n="385">σείει, κράνους χαίτωμʼ, ὑπʼ ἀσπίδος δʼ ἔσω</l><l n="386">χαλκήλατοι κλάζουσι κώδωνες φόβον·</l><l n="387">ἔχει δʼ ὑπέρφρον σῆμʼ ἐπʼ ἀσπίδος τόδε,</l><l n="388">φλέγονθʼ ὑπʼ ἄστροις οὐρανὸν τετυγμένον·</l><l n="389">λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,</l><l n="390">πρέσβιστον ἄστρων,  νυκτὸς ὀφθαλμός, πρέπει.</l><l n="391">τοιαῦτʼ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς</l><l n="392">βοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,</l><l n="393">ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,</l><l n="394">ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.</l><l n="395">τίνʼ ἀντιτάξεις τῷδε;  τίς Προίτου πυλῶν</l></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>