<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:202-221</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:202-221</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="greek"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="iambics"><sp><l n="202">ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ</l><l n="203">βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν</l><l n="204">θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.</l><l n="205">ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν</l><l n="206">Φοίβου· φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι·</l><l n="207">μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ</l><l n="208">πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα</l><l n="209">τίλλονθʼ· ὁ δʼ οὐδὲν ἄλλο γʼ ἢ πτήξας δέμας</l><l n="210">παρεῖχε.  ταῦτʼ ἔμοιγε δείματʼ εἰσιδεῖν,</l><l n="211">ὑμῖν δʼ ἀκούειν.  εὖ γὰρ ἴστε, παῖς ἐμὸς</l><l n="212">πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτʼ ἀνήρ,</l><l n="213">κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει,</l><l n="214">σωθεὶς δʼ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.</l></sp></div><milestone n="215" unit="card"/><div type="textpart" subtype="trochees"><sp><speaker>Χορός</speaker><l n="215">οὔ σε βουλόμεσθα, μῆτερ, οὔτʼ ἄγαν φοβεῖν λόγοις</l><l n="216">οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,</l><l n="217">εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδʼ ἀποτροπὴν τελεῖν,</l><l n="218">τὰ δʼ ἀγάθʼ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν</l><l n="219">καὶ πόλει φίλοις τε πᾶσι.  δεύτερον δὲ χρὴ χοὰς</l><l n="220">Γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δʼ αἰτοῦ τάδε,</l><l n="221">σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατʼ εὐφρόνην,</l></sp></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>