<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:961-980</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:961-980</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="961">ἄλλα δέ τοι καὶ πλεῖστα περι πρὸ γάρ ἐστιμεγίστη.</l><l n="962">Τῆς δὲ πρὸς ἀντιπέραιαν ὑπαὶ ῥιπὴν ζεφύροιο</l><pb n="164"/><l n="963">λυπρὸν ὀρεσκῴων παραφαίνεται οὖδας Ἐρεμβῶν,</l><l n="964">οἳ βίον ἐν πέτρῃσι κατωρυχέεσσιν ἔθεντο,</l><l n="965">γυμνοὶ καὶ κτεάνων ἐπιδευέες· ἀμφὶ δʼ ἄρα σφιν</l><l n="966">ἴδεϊ θαλπομένοισι μελαίνεται αὐαλέος χρώς·</l><l n="967">αὔτως δ᾿, οἱά τε θῆρες, ἀλώμενοι ἄλγεʼ ἔχουσιν,</l><l n="968">οὐχ ὡς ἁβροβίων Ἀράβων γένος· οὐ γὰρ ἐν ὄλβῳ</l><l n="969">ἴσην μοῖραν ἅπασιν ἐπ’ ἀνδράσι θήκατο δαίμων.</l><l n="970">Αὐτὰρ ὑπὲρ Λιβάνοιο πρὸς αὐγὰς ἠελίοιο</l><l n="971">ης Συρίης δολιχὴ μηκύνεται αἶα,</l><l n="972">ἑλκομένη καὶ μέχρις ἁλικλύστοιο Σινώπης·</l><l n="973">τῆς δʼ ἤτοι μέσσης μὲν ἐπʼ ἠπείροιο βαθείης</l><l n="974">Καππαδόκαι ναίουσι, δαήμονες ἱπποσυνάων,</l><l n="975">Ἀσσύριοι δʼ ἁλὸς ἄγχι παρὰ στόμα Θερμώδοντος.</l><l n="976">Τῆς δὲ πρὸς ἀντολίην ὀρέων ἀπὸ παιπαλοέντων</l><l n="977">φαίνετʼ ἀπειρεσίου ποταμοῦ ῥόος Εὐφρήταο,</l><l n="978">ὃς δʼ ἤτοι πρῶτον μὲν ἀπʼ οὔρεος Ἀρμενίοιο</l><l n="979">μακρὸς ἐπὶ νότον εἶσι, πάλιν δʼ, ἀγκῶνας ἑλίξας,</l><l n="980">ἄντκν ἠελίοιο μέσην Βαβυλῶνα περήσας,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>