<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:881-900</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:881-900</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="881">Ῥηιδίως δʼ ἄν τοι λοιπὸν πόρον αὐδήσαιμι</l><l n="882">γαιάων Ἀσίης· ὁ δέ τοι λόγος ἐν φρεσὶν ἔστω,</l><l n="883">μηδʼ ἀνέμοις φορέοιτο πονηθέντων χάρις ἔργων.</l><l n="884">Εἰ γάρ μοι σάφα τήνδε καταφράσσαιο κέλευθον,</l><l n="885">ἦ τάχα κἂν ἄλλοισιν ἐπισταμένως ἀγορεύοις</l><l n="886">καὶ ποταμοὺς,πολίων τε θέσιν καὶ γαῖαν ἑκάστην.</l><l n="887">Σχῆμα μὲν οὖν πισύρεσσιν ἐπὶ πλευρῇσι τετύχθω,</l><l n="888">πεπταμένον δολιχοῖσιν ἐπʼ ἀντολίην πεδίοισιν.</l><l n="889">Οἶσθα μὲν, ἐν πρώτοισιν ἐμεῦ εἰπόντος ἀκούσας,</l><l n="890">πᾶσαν ἕως Ἰνδῶν Ἀσίην ὄρος ἄνδυχα τέμνειν.</l><l n="891">Κεῖνό τοι ἐν πλευρῇσι βορειότερον τελέοιτο·</l><l n="892">Νεῖλος δʼ ἑσπέριον πλευρὸν πέλοι· αὐτὰρ ἑῷον</l><l n="893">Ἰνδικὸς Ὠκεανός·νότιον δ᾿ ἁλὸς οἴδματ’ Ἐρυθρῆς.</l><l n="894">Φράζεο δʼ ὡς ὑπὸ πέζαν ἐπʼ αὐγὰς ἵξομαι ἤδη,</l><l n="895">ἀρξάμενος Συρίηθεν, ὅθεν λίπον· οὐδʼ ἂν ἔμοιγε</l><l n="896">μύθου ἄτε ψευσθέντος ἀνὴρ ἐπιμωμήσαιτο.</l><l n="897">Ἀλλʼ ἤτοι Συρίη μὲν ὑπεὶρ ἁλὸς ἐγγύθεν ἕρπει</l><l n="898">ἐς νότον ἀντολίην τε, πολύπτολιν αἶαν ἔχουσα,</l><l n="899">ἣν Κοίλην καλέουσιν ἐπώνυμον, οὕνεκ’ ἄρʼ αὐτὴν</l><l n="900">μέσσην καὶ χθαμαλὴν ὀρέων ὑπὸ πρῶνες ἔχουσιν,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>