<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:81-100</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:81-100</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="81">ἑξείης δʼ ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ.</l><l n="82">Τῇ δʼ ἔπι Σαρδόνιος μορμύρεται ἔνδοθι πόντος·</l><l n="83">τὸν δὲ μέτʼ ὠρύεται Τυρσηνίδος οἶδμα θαλάσσης</l><l n="84">πρὸς νότον· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο</l><l n="85">κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος· αὐτὰρ ἔνερθεν</l><l n="86">ἐγκέχυται καὶ μέχρι πολυκλύστοιο Παχύνου</l><l n="87">καὶ Κρήσσης ἄκρης(ἥτʼ εἰς ἅλα πουλὺ νένευκε,</l><l n="88">πάρ θʼ ἱερὴν Γόρτυνα καὶ ἠπειρώτιδα Φαιστόν,</l><l n="89">προπρηνὴς, Κριοῖο παραυγάζουσα κάρηνον·.</l><l n="90">τοὔνεκα καὶ Κριοῦ μιν ἐφημίξαντο μέτωπον)·</l><l n="91">ναὶ μὴν καὶ τετάνυσιαι Ἰηπυγίην ἐπὶ γαῖαν.</l><pb n="109"/><l n="92">Κεῖθεν δʼ εὐρυνθεῖσα τιταίνεται Ἀδριὰς ἅλμη</l><l n="93">πρὸς βορέην, αὖθις δὲ πρὸς ἐσπέριον μυχὸν ἕρπει,</l><l n="94">ἥντε καὶ Ἰονίην περιναιέται ηὐδάξαντο.</l><l n="95">Δισσὰς δʼ ἠπείρους ἐπερεύγεται· ἐς μέν ἰόντι</l><l n="96">δεξιτερὴν κατὰ χεῖρα φαείνεται Ἰλλυρὶς αἶα,</l><l n="97">Δαλματίη δʼ ἐφύπερθεν, ἐνυαλίων πέδον ἀνδρῶν·</l><l n="98">σκαιῆ δʼ Αὐσονίων παραπέπταται ἄσπετος ἰσθμός,</l><l n="99">πουλυτενὴς, τρισσῇσι περίδρομος ἀμφιτρίτῃς,</l><l n="100">Τυρσηνῇ Σικελῇ τε καὶ Ἀδριάδι πληθούσῃ·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>