<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:661-680</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:661-680</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="661">ὅστε καὶ Εὐρώπην ἀποτέμνεται Ἀσίδος αἴης,</l><l n="662">ἐς δύσιν Εὐρώπην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.</l><l n="663">Τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι</l><pb n="145"/><l n="664">τηλόθι μορμύρουσιν· ὁ δὲ πλατὺς ἔνθα καὶ ἔνθα</l><l n="665">ἐσσυμένος Σκυθικοῖσιν ἐπιτροχάει πεδίοισιν.</l><l n="666">Τοῦ δʼ ἂν, κυμαίνοντος ἀπείριτον ἐκ βορέαο,</l><l n="667">πηγετὸν ἀθρήσειας ἀπὸ κρυμοῖο παγέντα.</l><l n="668">Σχέτλιοι, οἳ περὶ κεῖνον ἐνοίκια χῶρον ἔχουσιν·</l><l n="669">αἰεί σφιν ψυχρή τε χιὼν κρυμός τε δυσαής·</l><l n="670">καὶ δέ κεν, ἐξ ἀνέμων ὁπόταν πλεῖστονκρύος ἔλθῃ,</l><l n="671">ἢ ἵππους θνήσκοντας ἐν ὀφθαλμοῖσιν ἶδοιο,</l><l n="672">ἠὲ καὶ ἡμιόνους ἢ ἀγραύλων γένος οἰῶν·</l><l n="673">οὐδὲ μὲν οὐδʼ αὐτοί κεν ἀπήμαντοι τελέθοιεν</l><l n="674">ἀνέρες, οἳ κείνχσιν ὑπαὶ ῥιπῆσι μένοιεν·</l><l n="675">ἀλλὰ γὰρ ἠλάσκουσιν, ὑποζεύξαντες ἀπήνας</l><l n="676">χώρην εἰς ἑτέρην, λείπουσι δὲ γαῖαν ἀήταις</l><l n="677">χειμερίοις, οἵτε σφι κακῇ θύοντες ἀέλλῃ</l><l n="678">γαῖάν τε κλονέουσι καὶ οὔρεα πευκήεντα.</l><l n="679">Τόσσοι μὲν Τάναϊν ποταμὸν περιναιετάουσιν.</l><l n="680">Σαυρομάτας δʼ ἐπέχουσιν ἐπασσύτεροι γεγαῶτες</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>