<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:621-640</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:621-640</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="621">ἠπείρων, ἑτέρωθεν ἀλίγκιον εἴδεϊ κώνου,</l><l n="622">ἑλκόμενον κατὰ βαιὸν ἐπʼ ἀντολίης μυχὰ πάσης,</l><l n="623">ἔνθα τε καὶ στῆλαι Θηβκιγενέος Διονύσου</l><l n="624">ἑστᾶσιν, πυμάτοιο παρὰ ῥόον Ὠκεανοῖο,</l><l n="625">Ἰνδῶν ὑστατίοισιν ἐν οὔρεσιν, ἔνθα τε Γάγγης</l><l n="626">λευκὸν ὕδωρ Νυσαῖον ἐπὶ πλαταμῶνα κυλίνδει.</l><l n="627">Ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης,</l><l n="628">οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις</l><l n="629">ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει,</l><l n="630">ἐν δʼ Ἀσίη πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων</l><pb n="144"/><l n="631">κόλπους κυμαίνοντας ἐρεύγεται, εἰς ἅλα βάλλων,</l><l n="632">Περσικὸν Ἀράβιόν τε καὶ Ὑρκάνιον βαθυδίνην·</l><l n="633">τοὺς δύο μέν νοτίους, τὸν δʼ ἐς βορέην ὁρόωντα,</l><l n="634">ἐς βορέην ὁρόωντα καὶ ἐς λίβα γείτονα πόντου</l><l n="635">Εὐξείνου, τόθι φῶτες ἀπείριτοι ἀμφινέμονται.</l><l n="636">Μέσσον δʼἀμφοτέρων χθονὸς ἄσπετος ἰσθμὸς ὁρίζει,</l><l n="637">τῇ καὶ τῇ μακροῖσι τιταινόμενος πεδίοισιν.</l><l n="638">Μέσσα γε μὴν πάσης Ἀσίης ὄρος ἀμφιβέβηκεν,</l><l n="639">ἀρξάμενον γαίης Παμφυλίδος ἄχρι καὶ Ἰνδῶν,</l><l n="640">ἄλλοτε μὲν λοξόν τε καὶ ἀγκύλον, ἄλλοτε δʼ αὖτε</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>