<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:61-80</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:61-80</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="61">ἢ ὀρέων ἢ πέζαν ὑποξύουσα πολήων.</l><l n="62">Ὑμεῖς δ᾿ , Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους,</l><l n="63">ἀρξάμεναι στοιχηδὸν ἀφʼ ἑσπέρου Ὠκεανοῖο·</l><l n="64">ἔνθα τε καὶ στῆλαι περὶ τέρμασιν Ἡρακλῆος</l><l n="65">ἑστᾶσιν, μέγα θαῦμα, παρʼ ἐσχατόωντα Γάδειρα,</l><l n="66">μακρὸν ὑπὸ πρηῶνα πολυσπερέων Ἀτλάντων,</l><l n="67">ἦχί τε καὶ χάλκειος ἐς οὐρανὸν ἔδραμε κίων,</l><l n="68">ἠλίβατος, πυκινοῖσι καλυπτόμενος νεφέεσσιν.</l><pb n="108"/><l n="69">Πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν</l><l n="70">ἐγκέχυται, ὅσπερ τε καὶ Εὐρώπης πέλει ἀρχὴ</l><l n="71">καὶ Λιβύης· μέσσος γὰρ ἐλίσσεται ἀμφοτεράων.</l><l n="72">Στῆλαι δʼ ἔνθα καὶ ἔνθα παρὰ πλευρῇσι κέονται,</l><l n="73">ἡ μὲν ἐπʼ Εὐρώπην, ἡ δʼ ἐς Λιβύην δρόωσα.</l><l n="74">Τὸν δέ μετεκδέχεται Γαλάτης ῥόος, ἔνθα τε γαῖα</l><l n="75">Μασσαλίη τετάνυσται, ἐπίστροφον ὅρμον ἔχουσα.</l><l n="76">Ἑξείης δʼ ἐπὶ τοῖσι Λιγυστιὰς ἕλκεται ἄλμη,</l><l n="77">ἐνθʼ Ἰταλῶν υἱῆες ἐπʼ ἠπείροιο νέμονται,</l><l n="78">ἐκ Διὸς Αὐσονιῆες, ἀεὶ μέγα κοιρανέοντες,</l><l n="79">ἀρξάμενοι βορέηθεν ἔσω Λευκὴν ἐπὶ πέτρην,</l><l n="80">ἥ ῥά τε καὶ Σικελῆς ἐπὶ πορθμίδος ἐρρίζωται·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>