<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:501-520</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:501-520</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="501">Κρήτη τιμήεσσα, Διὸς μεγάλοιο τιθήνη,</l><l n="502">πολλή τε λιπαρή τε καὶ εὔβοτος, ἧς ὕπερ Ἴδη,</l><l n="503">Ἴδη, καλλικόμοισιν ὑπὸ δρυσὶ τηλεθόωσα</l><l n="504">καὶ τῆς τοι μέγεθος περιώσιον. Ἄντα δὲ πέζης</l><l n="505">Αἰγυπτίης Ῥόδος ἐστὶν, Ἰηλυσίων πέδον ἀνδρῶν</l><pb n="135"/><l n="506">Πρόσθε δὲ Σουνιάδος κορυφῆς, ἐφύπερθεν Ἀβάντων,</l><l n="507">φαίνονται Σαλαμίς τε καὶ Αἰγίνης πτολίεθρον.</l><l n="508">Κύπρος δʼ εἰς αὐγὰς Παμφυλίου ἔνδοθι κόλπου</l><l n="509">κλύζετʼ, ἐπήρατον ἄστυ Διωναίης Ἀφροδίτης·</l><l n="510">Τὴν δὲ μέτʼ ἀντολίηνδε Χελιδόνιαι γεγάασι.</l><l n="511">τρεῖς νῆσοι μεγάλης Παταρηΐδος ἔνδοθεν ἄκρης.</l><l n="512">ἄγχι δὲ Φοινίκης Ἄροδος μεγάλῳ ἐνὶ πόντῳ.</l><l n="513">Θηητὸς δέ τίς ἐστι βαθὺς πόρος Αἰγαίοιο,</l><l n="514">ἐντὸς ἔχων ἑκάτερθεν ἀπειρεσίων στίχα νήσων,</l><l n="515">ὅσσον ἐπὶ στεινωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης,</l><l n="516">Σηστὸς ὅπη καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο.</l><l n="517">Εὐρώπης δʼ αἱ μὲν λαιῆς ὑπὸ νεύματι χειρὸς</l><l n="518">ῥώονθʼ ἑξείης, Ἀσίης δʼ ἐπὶ δεξιὰ κεῖνται,</l><l n="519">μῆκος ἐπ’ ἀρκτῴοιο τιταινόμεναι βορέαο.</l><l n="520">Εὐρώπης δ᾿  ἤτοι μὲν Ἀβαντιὰς ἔπλετο Μάκπις,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>