<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:441-460</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:441-460</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="441">Τῷ πάρα Πυθῶνος θυόεν πέδον, ᾗχι δράκοντος</l><l n="442">Δελφύνης τριπόδεσσι θεοῦ παρακέκλιται ὁλκός,</l><l n="443">ὁλκός, ἀπειρεσίῃσιν ἐπιφρίσσων φολίδεσσι,</l><l n="444">νηῷ ἐν ἱμερτῷ,τόθι πολλάκις αὐτὸς Ἀπόλλων,</l><l n="445">ἢ ἀπὸ Μιλήτου ἠὲ Κλάρου ἄρτι βεβηκώς,</l><l n="446">ἱστάμενος χρυσέης ἀναλύεται ἄμμα φαρέτρης.</l><l n="447">Ἀλλʼ ὁ μὲν ἱλήκοι· σὺ δέ μοι, Διὸς, ἔννεπε, Μοῦσα,</l><l n="448">νήσων πασάων ἱερὸν πόρον, αἵτʼ ἐνὶ πόντῳ</l><l n="449">ἀνδράσι ναίονται, τετραμμέναι ἄλλυδις ἄλλαι.</l><l n="450">Ἤτοι μὲν κατὰ μέσσον ὑφεσπερίων στηλάων</l><l n="451">ἐσχατόωντα Γάβειρα φαείνεται ἀνθρώποισι,</l><l n="452">νήσου ἐπ’ ἀμφιρύτης, ἐπὶ τέρμασιν Ὠκεανοῖο.</l><l n="453">Ἐνθάδε Φοινίκων ἀνδρῶν γένος ἐνναίουσιν,</l><l n="454">ἁζόμενοι μεγάλοιο Διὸς γόνον Ἡρακλῆα·</l><l n="455">καὶ τὴν μὲν ναετῆρες, ἐπὶ προτέρων ἀνθρώπων</l><l n="456">κλῃζομένην Κοτινοῦσαν, ἐφημίξαντο Γάδειρα.</l><pb n="131"/><l n="457">Νῆσοι δʼ ἑξείης Γυμνήσιαι· ἄγχι δὲ Βοῦσος,</l><l n="458">Σαρδώ τʼ εὐρυτάτη καὶ ἐπήρατος εἰν ἁλὶ Κύρνος,</l><l n="459">ἥν ῥά τε Κορσίδα φῶτες ἐπιχθόνιοι καλέουσιν·</l><l n="460">ὕλῃ δʼ ἀμφιλαφὴς οὔτις τόσον, ὅσσον ἐκείνη.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>