<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:421-440</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:421-440</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="421">ἥ τʼ Ἐφύρης ἀντικρὺ ποτὶ ζόφον, ἥ τε πρὸς αὐγὰς</l><l n="422">ἑλκομένη, τὴν μέν τε Σαρωνίδα κικλήσκουσιν.</l><l n="423">Νέρθε γε μὴν Ἰσθμοῖο πρὸς αὐγὰς Ἀττικὸν οὖδας,</l><l n="424">τοῦ διὰ θεσπεσίου φέρεται ῥόος Ἰλισσοῖο,</l><l n="425">ἔνθεν καὶ Βορέης ποτʼ ἀνήρπασεν Ὠρείθυιαν.</l><l n="426">Τῷ δʼ ἔπι Βοιωτῶν τε πέδον καὶ Λοκρὶς ἄρουρα·</l><l n="427">Θεσσαλίη δʼ ἐπὶ τοῖσι, Μακηδονίης τε πόληες.</l><l n="428">Ταῖς δʼ ἔπι φαίνονται κορυφαὶ χιονώδεος Λἵμου</l><l n="429">Θρηικίου· τοῦ δʼ ἄντα ποτὶ ῥιπὴν ζεφύροιο</l><l n="430">Δωδώνης ἤπειρος ἀπείριτος ἐκτετάνυσται.</l><l n="431">Τῆς δʼ ὕπερ ἐς νότον εἶσι, μετὰ σκοπιήν Ἀρακύνθου,</l><l n="432">ἀνδρῶν Αἰτωλῶν πεδίον μέγα· τοῦ διὰ μέσσου</l><pb n="130"/><l n="433">σύρεται ὁλκὸν ἄγων Ἀχελώιος ἀργυροδίνης,</l><l n="434">Τρινακίης ἐπὶ πόντον ἑλισσόμενος διὰ μέσσων</l><l n="435">νήσων, ἃς καλέουσιν Ἐχινάδας, ᾗσιν ὁμούρων</l><l n="436">ἕσπεται ἄλλυδις ἄλλα Κεφαλλήνων πτολίεθρα.</l><l n="437">Τῷ δ᾿ ἔπι Φωκὶς ἄρουρα, πρὸς ἀντολίην τε κοὶ ἠῶ</l><l n="438">ἑλκομένη βορέηνδε κατὰ στόμα Θερμοπυλάων,</l><l n="439">Παρνησοῦ νιφόεντος ὑπὸ πτυχί· τῆς διὰ μέσσης</l><l n="440">Κηφισοῦ μέγα χεῦμα κατερχόμενον κελαρύζει.</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>