<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:361-380</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:361-380</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="361">φαίνονται προχοαὶ Πευκεντίνου Σιλάροιο·</l><l n="362">ἄγχι δὲ Λευκανοὶ καὶ Βρέντιοι ἄνδρες ἔασι,</l><l n="363">τοσσάτιον ναίοντες, ὅσον Λευκὴν ἐπὶ πέτρην.</l><l n="364">Κεῖθεν δʼ ἐς βορέην Ζεφύρου παραφαίνεται ἄκρη·</l><l n="365">τῇ δʼ ὕπο Λοκροὶ ἔασιν, ὅσοι προτέροις ἐτέεσσιν</l><l n="366">ἦλθον ἐπʼ Αὐσονίην, σφετέρης μιχθέντες ἀνάσσῃς,</l><l n="367">τῶν καὶ νῦν γένος ἐστὶν ἐπὶ προχοῇσιν Ἄληκος.</l><l n="368">Τοὺς δὲ μέθʼ ἑξείης Μεταπόντιοι· ἐγγύθι δέ σφεων</l><l n="369">ἱμερτὸν πτολίεθρον ἐϋστεφάνοιο Κρότωνος,</l><l n="370">ναιόμενον χαρίεντος ἐπ’ Αἰσάρου προχοῇσιν,</l><l n="371">ἔνθα κεν αἰπὺν ἴδοιο Λακινιάδος δόμον ἽΙρης.</l><l n="372">Ἔστι δέ τοι κἀκεῖθι, Διὸς μέγα χωσαμένοιο,</l><l n="373">δειλαίη Σύβαρις, ναέτας στενάχουσα πεσόντας,</l><l n="374">μηναμένους ὑπὲρ αἶσαν ἐπʼ Ἀλφειοῦ γεράεσσιν.</l><l n="375">Σαυνῖται δʼ ἐπὶ τοῖσι μέσην χθόνα ναιετάουσι</l><l n="376">καὶ Μαρσῶν θοὰ φῦλα· Τάρας δʼἁλὸς ἐγγύθιναίει,</l><l n="377">ἥν ποτʼ Ἀμυκλαίων ἐπολίσσατο καρτερὸς Ἄρης.</l><l n="378">Ἑξείης δʼ ἐπὶ τοῖσι Καλαβρίδος ἤθεα γαίης,</l><l n="379">φῦλά τ᾿ Ἰηπύγων τετανυσμένα μέσφ᾿ Ὑριοιο </l><l n="380">παραλίης Ὑρίου,  τόθι σύρεται  Ἀδριὰς ἃλμη</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>