<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:241-260</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:241-260</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="241">εὔβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα.</l><l n="242">Σχῆμα μὲν οὖν τρισσῇσιν ἐπὶ πλευρῇσι βέβηκεν,</l><l n="243">εὐρὺ μὲν ἀμφʼ ἀκτὰς βορεήτιδας, ὀξὺ δʼ ἐπʼ ἠ</l><l n="244">ἑλκόμενον καὶ μέχρι βαθυκρήμνοιο Συήνης,</l><l n="245">οὔρεσιν ἀμφοτέροισι περισκεπέεσσιν ἐρυμνόν,</l><l n="246">τῶν μέσα καλλιρόοιο κατέρχεται ὕδατα Νείλου.</l><l n="247">Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,</l><l n="248">ἠμὲν ὅσοι Θήβην ἐρικυδέα ναιετάουσιν,</l><l n="249">Θήβην ὠγυγίην, ἑκατόμπυλον, ἔνθα γεγωνὼς</l><l n="250">Μέμνων ἀντέλλουσαν ἑὴν ἀσπάζεται Ἠῶ·</l><l n="251">ὅσσοι θʼ ἑπτάπολιν μεσάτην ἤπειρον ἔχουσιν,</l><pb n="116"/><l n="252">ἦδʼ ὅσσοι νοτερῇσιν ἐπʼ ἠιόνεσσι θαλάσσης</l><l n="253">παραλίην ναίουσιν ἔσω Σερβωνίδος ἅλμης.</l><l n="254">Τῆς πρὸς μὲν ζεφύροιο Μακηδόνιον πτολίεθρον,</l><l n="255">ἔνθα Σινωπίταο Διὸς μεγάλοιο μέλαθρον,</l><l n="256">χρυσῷ τιμήεντι κεκασμένον. Οὐκ ἂν ἐκείνου</l><l n="257">νηὸν ἐν ἀνθρώποισι θεώτερον ἄλλον ἴδηαι,</l><l n="258">οὐδὲ μὲν ἀφνειὴν ἑτέρην πόλιν, ᾗχί τε μακραί</l><l n="259">φαίνονται σκοπιαὶ Παλληνίδος Εἰδοθεείης.</l><l n="260">Τὴν δὲ μέτʼ ἀντολίηνδε παραὶ Κασιώτιδα πέτρην</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>