<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:141-160</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:141-160</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="141">Ἥρης ἐννεσίῃσιν ἐνήξατο, πόρτις ἐοῦσα.</l><l n="142">Στεινότατος δὴ κεῖνος ἀπάντων ἔπλετο πορθμὸς</l><l n="143">τῶν ἄλλων, οἵτʼ εἰσὶ πολυκλύστοιο θαλάσσης,</l><l n="144">Κυανέας ὅθι μῦθος ἀναιδέας εἰν ἁλὶ πέτρας</l><l n="145">πλαζομένας καναχηδὸν ἐπʼ ἀλλήλῃσι φέρεσθαι.</l><l n="146">Ἐκ δὲ τοῦ οἰγόμενος παραπέπταται ἀνδράσι Πόντος</l><l n="147">πολλὸς ἐὼν καὶ πολλὸν ἐπʼ ἀντολίης μυχὸν ἕρπων.</l><l n="148">Τοῦ δʼ ἤτοι λοξαὶ μέν ἐπιτροχάουσι κέλευθοι,</l><l n="149">αἰεὶ πρὸς βορέην τε καὶ ἀντολίην ἁρόωσαι·</l><l n="150">μέσσαι δʼ ἔνθα καὶ ἔνθα δύω ἀνέχουσι κολῶναι,</l><l n="151">ἡ μὲν ὑπερνοτίη; τήν τε κλείουσι Κάραμβιν,</l><l n="152">ἡ δὲ βορειοτέρη γαίης ὑπὲρ Εὐρωπείης,</l><l n="153">τήν ῥα περικτίονες Κριοῦ καλέουσι μέτωπον·</l><l n="154">αἵτʼ ἄμφω ξυνίασιν ἐναντίαι, οὐ μὲν ἐοῦσαι</l><l n="155">ἐγγύθεν, ἀλλ ὅσον ὁλκὰς ἐπὶ τρίτον ἦμαρ ἀνύσσαι.</l><l n="156">Ἐκ τοῦ δʼ ἂν καὶ Πόντον ἴδοις διθάλασσον ἐόντα,</l><l n="157">τόρνῳ ἐειδόμενον περιηγέος ἅμματι τόξου·</l><l n="158">ἀλλʼ εἴη νευρῆς σημήια δεξιὰ Πόντου,</l><l n="159">ἰθὺ διαγραφθέντα, μόνη δέ τοί ἐστι Κάραμβις,</l><l n="160">γραμμῆς ἐκτὸς ἐοῦσα καὶ ἐς βορέην ὁρόωσα·</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>