<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:1041-1060</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:1041-1060</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1041">παντοίου πολέμοιο δαήμονες· οὐ γὰρ ἀρότρῳ</l><l n="1042">αὔλακ᾿  ἐπιθύνουσι, διασχίζοντες ἀρούρας,</l><l n="1043">οὐδὲ μὲν ἐν νήεσσιν ἅλα τμήγουσιν ἐρετμοῖς,</l><l n="1044">οὐδὲ νομῷ φέρβουσι βοῶν γένος· ἐκ δὲ γενέθλης</l><l n="1045">νηπίαχοι τόξοισι καὶ ἱπποσύνησι μέλονται,</l><l n="1046">αἰεὶ δʼ ἠχήεσσαν ἀνὰ χθόνα δοῦπος ἀκόντων</l><l n="1047">ἢ βελέων, πάντη δέ τʼ ἀελλοπόδων δρόμος ἵππων</l><l n="1048">θυνόντων· οὐ γάρ σφι θέμις δόρποιο πάσασθαι,</l><l n="1049">πρὶν πολέμου μόχθοισι κάρην ἱδρῶτι παλῦναι·</l><l n="1050">φέρβονται δʼ ἄγρῃσι δορικτήτου βιότοιο·</l><l n="1051">ἀλλʼ ἔμπης κατὰ δῆριν ἀμαιμακέτους περ ἐόντας</l><l n="1052">Αὐσονίου βασιλῆος ἐπεπρήϋνεν ἀκωκή.</l><l n="1053">Εἰ δέ σε καὶ Πέρσας ἰδέειν γλυκὺς ἵμερος αἱρεῖ,</l><l n="1054">εὐφραδέως ἄν σοι καὶ τῶν γένος αὐδήσαιμι,</l><l n="1055">καὶ πόρον ἀενάων ποταμῶν, ὀρέων τε κελεύθους.</l><l n="1056">Μοῦνοι γάρ τʼ Ἀσίης βασιλεύτατον ἔθνος ἔχουσι,</l><l n="1057">μοῦνοι δʼ ἄσπετον ὄλβον ἐνὶ μεγάροισιν ἔθεντο,</l><l n="1058">ὁππότε Μῃονίην καὶ Σάρδιας ἐξαλάπαξαν.</l><l n="1059">Χρύσεά τοι κείνων μὲν ἐπὶ χροῒ τεύχεα φωτῶν,</l><l n="1060">χρύσεα δʼαὖθʼ ἵπποισιν ἐπὶ στομάτεσσι χαλινά,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>