<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:1001-1020</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:1001-1020</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1001">Τῆς μέν πρὸς βορέην λιπαρὴν χθόνα ναιετάουσιν</l><l n="1002">ἀνέρες Ἀρμένιοί τε καὶ ἀγχέμαχοι Ματιηνοί,</l><l n="1003">οὔρεσι κεκλιμένοι, ποταμοῦ πρόπαρ Εὐφρήταο, πᾶσαν</l><l n="1004">πίονες ἀφνειοί τε καὶ Ἄρεος εὖ δεδαῶτες.</l><l n="1005">Πρὸς δὲ νότον Βαβυλὼν ἱερὴ πόλις, ἥν ῥά τε</l><l n="1006">τείχεσιν ἁρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν·</l><l n="1007">αὐτὰρ ἐπʼ ἀκροπόληι μέγαν δόμον εἵσατο Βήλῳ,</l><l n="1008">χρσσῷ τʼ ἡδʼ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα.</l><l n="1009">Καὶ τῆς τοι πεδίον περιώσιον, ἔνθα τε πολλοὶ</l><l n="1010">ἀκρόκομοι φοίνικες ἐπηρεφέες πεφύασιν.</l><l n="1011">Ναὶ μὴν καὶ χρυσοῖο φέρει χαριέστερον ἄλλο,</l><l n="1012">ὑγρῆς βηρύλλου γλαυκὴν λίθον, ἣ περὶ χῶρον</l><l n="1013">φύεται ἐν προβολῆς ὀφιήτιδος ἔνδοθι πέτρης.</l><l n="1014">Αὐτὰρ ὁπὲρ Βαβυλῶνος ἐπὶ πνοιὴν βορέαο</l><l n="1015">Κισσοὶ Μεσσαβάται τε Χαλωνῖταί τε νέμονται·</l><pb n="167"/><l n="1016">ἀλλʼ ὁπότʼ Ἀρμενίων ὀρέων προπάροιθεν ὁδεύσῃς</l><l n="1017"> εἰς αὐγὰς, τότʼ ἔπειτα τὰ Μηδικὰ τέμπεα δήεις.</l><l n="1018">Τῶν πρὸς μέν βορέην ἐριθηλέα γαῖαν ἔχουσι</l><l n="1019">Τηλοί τε Μάρδοι τε καὶ ἀνέρες Ἀτροπατηνοί.</l><l n="1020">Πρὸς δὲ νότον ναίουσιν ἀγαυῶν ἔθνεα Μήδων,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>