<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="1">Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν</l><l n="2">καὶ ποταμοὺς πόλιάς τε καὶ ἀνδρῶν ἄκριτα φῦλα,</l><l n="3">μνήσομαι Ὠκεανοῖο βαθυρρόου· ἐν γὰρ ἐκείνῳ</l><l n="4">πᾶσα χθὼν, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται,</l><l n="5">οὐ μὲν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς</l><l n="6">ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους,</l><pb n="105"/><l n="7">σφενδόνῃ εἰοικυῖα· μίαν δέ ἑ καίπερ ἐοῦσαν</l><l n="8">ἄνθρωποι τρισσῇσιν ἐπ’ ἠπείροισι δάσαντο·</l><l n="9">πρώτην μέν Λιβύην, μετὰ δʼ Εὐρώπην Ἀσίην τε.</l><l n="10">Ἀλλʼ ἤτοι Λιβύη μὲν ἀπʼ Εὐρώπης ἔχει οὖρον</l><l n="11">λοξὸν ἐπὶ γραμμῆσι, Γάδειρά τε καὶ στόμα Νείλου,</l><l n="12">ἔνθα βορειότατος πέλεται μυχὸς Λλγύλπτοιο</l><l n="13">καὶ τέμενος περίπυστον Ἀμυκλαίοιο Κανώβου</l><l n="14">Εὐρώπην δʼ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει,</l><l n="15">ὅς ῥά θʼ ἑλισσόμενος γαίης διὰ Σαυροματάων</l><l n="16">σύρεται ἐς Σκυθίην τε καὶ ἐς Μαιώτιδα λίμνην,</l><l n="17">πρὸς βορέην· νότιον δὲ μεσούριον Ἑλλήσποντος·</l><l n="18">σῆμα δ ὑπερτέταται νοτιώτερον ἐς στόμα Νείλου·</l><l n="19">Ἄλλοι δʼ ἠπείροισι διὰ χθόνα νοσφίζουσιν.</l><l n="20">Ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴης,</l></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>