<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0081.tlg013.1st1K-grc1:17-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0081.tlg013.1st1K-grc1:17-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0081.tlg013.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg013.1st1K-grc1" n="17"><p rend="indent">Ἵνα δὲ μηδεὶς εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα
          θεωρίας εἰς οὐ ῥυθμικὴν οὐδ’ ἔμμετρον εἰσάγοντα διάλεκτον (ἔφην γὰρ τοὺς
          ῥυθμοὺς οὐ μικρὰν μοῖραν ἔχειν τῆς ἀξιωματικῆς θέσεως), ἀποδώσω καὶ τὸν ὑπὲρ
          τούτων λόγον. ἔχει δ’ οὕτως. πᾶν μέρος λόγου, ὃ μὴ μονοσύλλαβόν ἐστιν, ἐν ῥυθμῷ
          τινι λέγεται· τὸ δ’ αὐτὸ καλῶ πόδα καὶ ῥυθμόν. Δισυλλάβου μὲν οὖν λέξεως
          διαφοραὶ τέσσαρες, σποννης δεῖος, πυρρίχιος, ἴαμβος, τροχαῖος. ὁ μὲν οὖν
          πυρρίχιος οὔτε μεγαλοπρεπής ἐστιν οὔτε σεμνός· σχῆμα δὲ αὐτοῦ τοιόνδε
            <quote type="blockquote"><lb/>Λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα.</quote>
          <lb/>ὁ δὲ σπονδεῖος ἀξίωμα ἔχει καὶ σεμνότητα πολλήν· παράδειγμα δὲ αὐτοῦ
          τόδε
            <quote type="blockquote"><lb/>Ποίαν δῆθ’ ὁρμάσω· ταύταν, ἢ κείναν· ἢ ταύταν;</quote>
          <lb/>ὁ δ’ ἴαμβος οὐκ ἀγεννής, οἷον
            <quote type="blockquote"><lb/>Ἐπεῖ σχολὴ πάρεστι, παῖ Μενοιτίου.</quote>
          <lb/>ὁ δὲ τροχαῖος μαλακώτερος τούτου καὶ ἀγεννέστερος, οἷον
            <quote type="blockquote"><lb/>Θυμὲ θύμ’ ἀμηχάνοισι κήδεσιν κυκώμενε.
          <lb/>Δισυλλάβων μὲν δὴ ῥυθμοὶ καὶ σχήματα τοσαῦτα.</quote>
          <pb facs="uc1.c020256950-1583112705_0176"/> 
            τρισυλλάβων δὲ σχήματα
          ὀκτώ· ὁ μὲν γὰρ ἐξ ἁπασῶν βραχειῶν χορεῖος ταπεινός τε καὶ ἄσεμνος καὶ ἀγεννής,
          οἷον
            <quote type="blockquote"><lb/>Βρόμιε δορατοφόρ’ ἐνυάλιε πολέμοιο κέλαδε·</quote>
          <lb/>ὁ δ’ ἐξ ἁπασῶν μακρῶν μολοττὸς ὑψηλὸς καὶ ἀξιωματικός, οἷον
            <quote type="blockquote"><lb/>Ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες.</quote>
          <lb/>ὁ δὲ ἀμφίμακρος καὶ οὗτος τῶν εὖ ἐχόντων, οἷον
            <quote type="blockquote"><lb/>Οἳ δ’ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις.</quote>
          <lb/>ὁ δὲ ἀμφίβραχυς οὐ σφόδρα τῶν εὐσχήμων ἐστίν, ἀλλὰ κέκλασται πρὸς τὸ
          θῆλυ, οἷον
            <quote type="blockquote"><lb/>Ἴακχε διθύραμβε· σὺ τῶνδε χοραγέ.</quote>
          <lb/>ὁ δὲ ἀνάπαιστος σεμνότητα ἔχει πολλήν, ἐπιτήδειος μεγέθει ἢ πάθει,
          οἷον
            <quote type="blockquote"><lb/>Βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχει·</quote>
          <lb/>ὁ δὲ δάκτυλος πάνυ σεμνὸς καὶ εἰς τὸ κάλλος τῆς ἑρμηνείας
          ἀξιολογώτατος· καὶ τό γε ἡρωϊκὸν μέτρον τούτῳ κοσμεῖται, οἷον 
            <quote type="blockquote"><lb/>Ἰλιόθεν με φέρων
          ἄνεμος Κικόνεσσι πέλασσεν.</quote>          
            <lb/>ὁ δὲ βακχεῖος ἀνδρώδης πάνυ καὶ εἰς σεμνολογίαν ἐπιτήδειος, οἷον
          <quote type="blockquote"><lb/>Σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι.</quote>
          <lb/>ὁ δὲ παλιμβάκχειος καὶ οὗτος ὅμοιος τῷ βακχείῳ, οἷον
          <quote type="blockquote"><lb/>Τίν’ ἀκτάν, τίν’ ὕλαν δράμω; ποῖ πορευθῶ;</quote>
          <lb/>οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες
          ἅπασαν ἔμμετρόν τε καὶ ἄμετρον λέξιν· ἐξ ὧν γίνονται στίχοι τε καὶ κῶλα. οἱ γὰρ ἄλλοι
          <pb facs="uc1.c020256950-1583112705_0177"/>πόδες καὶ ῥυθμοὶ πάντες ἐκ
          τούτων εἰσὶ σύνθετοι. ἁπλοῦς δὲ ῥυθμὸς ἢ ποὺς οὔτ’ ἐλάττων ἔσται δύο συλλαβῶν
          οὔτε μείζων τριῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0081.tlg013.1st1K-grc1" n="18"><p>ἔνθέν τοι καὶ Θουκυδίδης ἀξιωματικῶς συγκεῖσθαι τὴν ἐν τῷ ἐπιταφίῳ λέξιν
          βουλόμενος οὕτω φησίν· Οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν
          προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις
          ἀγορεύεσθαι αὐτόν’· διόλου γὰρ ταυτὶ τὰ κῶλα ἐκ σπονδείων καὶ ἀναπαίστων καὶ
          κρητικῶν εἴτ’ οὖν ἀμφιμάκρων καὶ δακτύλων καὶ τῶν τοιούτων ἃ τὴν σεμνότητα
          ποιεῖ σύγκειται. καὶ μυρία τοιαῦτα καὶ παρὰ Πλάτωνι ἔστιν εὑρεῖν. ὁ γὰρ ἀνὴρ
          ἐμμέλειάν τε καὶ εὐρυθμίαν συνιδεῖν δαιμονιώτατος· καὶ εἴ γε δεινὸς ἦν οὕτως
          ἐκλέξαι τὰ ὀνόματα, ὡς συνθεῖναι περιττός, καὶ νύ κεν ἢ παρήλασεν ἂν τὸν
          Δημοσθένην κάλλος ἑρμηνείας ἢ ἀμφήριστον ἔθηκε. νῦν δὲ περὶ μὲν τὴν ἐκλογὴν
          ἔστιν ὅτε διαμαρτάνει, καὶ μάλιστα ἐν οἷς ἂν τὴν ὑψηλὴν καὶ περιττὴν καὶ
          ἐγκατάσκευον διώκῃ φράσιν· συντίθησι δὲ τὰ ὀνόματα καὶ ἡδέως καὶ καλῶς νὴ Δία,
          καὶ οὐκ ἄν τις αὐτὸν ἔχοι κατὰ τοῦτο μέμψασθαι τὸ μέρος. ὁ δὲ Δημοσθένης ὅρος
          τίς ἐστιν ἐκλογῆς τε ὀνομάτων καὶ κάλλους συνθέσεως.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>