<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:7-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:7-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="7"><p>7 παράδειγμα δὲ ποιοῦμαι τῆς γε ὑψηλῆς λέξεως <lb n="7"/>
ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων, ἐν ᾧ τοὺς
ἐρωτικούς διατίθεται λόγους ὁ Σωκράτης πρὸς ἕνα τῶν
γνωρίμων Φαῖδρον, ἀφʼ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ
βυβλίον. ἐν γὰρ δὴ τῷ συγγράμματι τούτῳ πολλὴν <lb n="20"/>
μὲν ὥραν ἔχει καὶ χαρίτων ἐστὶ μεστὰ τὰ πρῶτα ταυτί·
<note type="footnote">2 ἐπιτίμεσιν B 3 ταὐτὰ Usener: ταῦτα | μέντοι καὶ οἱ
κατʼ αὐτὸν ἐκεῖνον MBP: γὰρ οἵ τε κατʼ αὐτὸν ∠ | γενόμενος P |
ὡς ἁμαρτάνοντι τῷ ἀνδρὶ MBP: πάντες ∠ 5 οὐδὲν ∠ ἀ οὐθὲν
P | δεῖ με ∠ | καὶ αὐτῷ P, B sed is in mg rubro αὐτὸς ἑαυτῶ |
δὴ om ∠ 6 γὰρ ὡς ἔοικεν — ἔθετο om B | ὡς ἔοικεν om ∠</note>
<note type="footnote">7 ἔθετʼ ∠ | τὸ ∠: τὸν MBPv 9 μὲν om ∠ 10 ἰσχνο-
τούτους B lac IV litt M, nulla in BP 11 μείνους B δ om
BP | Γοργίου] γίου postea add M 14 -τημάτων ἅμα in M
postea additum est | ἁμαρ P | ἕχουσι BP 15 ἐκείνων χα-
ρακτῆρες in M postea additum 16 παραδείγματα ∠ | ποιήσο-
μαι ∠ | τῆς ἰσχνῆς καὶ τῆς ὑψ- ∠ | ὑψιλῆς P 17 βιβλίον M</note>
<note type="footnote">18 διατέθειται ∠ 21 μεστὰ] μετὰ BP</note>

<pb n="140"/>
‘Ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν; Παρὰ Λυσίου, ὦ
Σώκρατες, τοῦ Κεφάλου. πορεύομαι δὴ πρὸς περίπατον
ἔξω τείχους. συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος
ἐξ ἑωθινοῦ’ μέχρι τῆς ἀναγνώσεως τοῦ Λυσιακοῦ
<lb n="5"/> λόγου καὶ μετὰ τὴν ἀνάγνωσιν ἕως τινός. εἶθʼ, ὥσπερ
ἐξ ἀέρος εὐδίου καὶ σταθεροῦ πολὺς ἄνεμος καταρραγείς,
ταράττει τὸ καθαρὸν τῆς φράσεως ἐς ποιητικὴν
ἐκφέρων ἀπειροκαλίαν, ἐνθένδʼ ἀρξάμενος· ‘Ἄγετε δή,
Μοῦσαι, εἴτε διʼ ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος τὸ
<lb n="10"/> Λιγύων μουσικὸν ταύτην ἔσχετε τὴν ἐπωνυμίαν, | ξύμ <lb n="970"/>
μοι λάβεσθε τοῦ μύθου.ʼ ὅτι δὲ ψόφοι ταῦτʼ εἰσὶ καὶ
διθύραμβοι, κόμπον ὀνομάτων πολὺν νοῦν δὲ ὀλίγον
ἔχοντες, αὐτὸς ἐρεῖ. διεξιὼν γάρ, ἀφʼ ἧς αἰτίας ἕρως
ἐτέθη τῷ πάθει τοὔνομα, καὶ τῇδε χρησάμενος· ‘Ἡ γὰρ
<lb n="15"/> ἄνευ λόγου δόξης ἐπὶ τἀγαθὸν ὁρμώσης κρατήσασα
ἐπιθυμία, πρὸς ἡδονὴν ἄγουσα κάλλους καὶ τῶν ἑαυτῆς
συγγενῶν ἐπιθυμιῶν, ἐπὶ σωμάτων κάλλος ἐρρωμένως
ῥωσθεῖσα νικήσασα ἀγωγὴ ἀπʼ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν
λαβοῦσα ἔρως ἐκλήθηʼ καὶ τοσαύτην ἐκμηκύνας
<lb n="20"/> περίφρασιν ὀλίγοις τοῖς ὀνόμασι δυναμένου περιληφθῆναι
<note type="footnote">1 Plato Phaedri 227a 8 Plato Phaedri 237a 14 Plato
Phaedri 238b</note>
<note type="footnote">1 ὦ φίλε — Λυσίου rubro in mg add P | λυίου B 2 δὴ
MBP: δὲ vΠ (Plato) 4 λυιακοῦ B tota haec μέχρι — ἕως
τινὸς Sylburgius secluserat 5 λόγους B 6 πολὺς — καθαρὸν
om B 7 ποιητικὸν ποιητικὴν P 9 λίγειε BP 10 μουσικὸν
τὸ Λιγύων Π μουσικὸν — ξύμμοι om B | ἔσχε P | τὴν om Π</note>
<note type="footnote">11 λαβέσθαι P 15 τἀγαθὸν] τὸ ὀρθὸν Π, quare Dionysius
fort τοὐρθὸν legit | ὁρμώσ[η]ς cum ras M | κρατήσασθα B
16 ἀχθεῖσα Π | τῶν ἑαυτῆς MP: τῆς B ὑπὸ αὖ τῶν ἑαυτῆς vΠ</note>
<note type="footnote">17 ἐπιθυμίαν Pv | ἐπὶ σωμάτων κάλλος om Pv | λαβοῦσα
ἐρρωμένως P?v | ἐρρωμένως] ἐρωμένων M 18 ῥωσθεῖσαν BP
ἀγωγῆ Π | γνώμης P | ἐπωνυμίαν Πv: ἐπιθυμίαν MBP
19 ἐλεκλήθη P</note>

<pb n="141"/>
πράγματος ἐπιλαμβάνεται τῆς ἀκαιρίας τῆς
αὐτὸς αὐτοῦ καί φησι· ‘Σιγῇ τοίνυν μου ἄκουε. τῷ
ὄντι γὰρ θεῖος εἶναι ἔοικεν ὁ τόπος. ὥστʼ ἐὰν ἄρα
πολλάκις νυμφόληπτος γένωμαι προἰόντος τοῦ λόγου, |
<milestone unit="971"/> μὴ θαυμάσῃς. τὰ νῦν γὰρ <add cause="omitted">οὐκέ</add> τι πόρρω διθυράμβων <lb n="5"/>
τινῶν φθέγγομαι.ʼ <add cause="omitted">τάδʼ οὐχ ὑ</add> πʼ ἄλλων, ἀλλὰ
τοῖς αὑτῶν λόγοις ἁλισκόμεσθα <add cause="omitted">κατὰ τὴν τραγῳδί</add> αν,
δαιμονιώτατε Πλάτων, διθυράμβων ψόφους καὶ λήρους
ἠγαπηκότες. ἃ δʼ ἐν τῇ παλινῳδίᾳ τὸν ἔρωτα ἀφοσιούμενος
αὖθις ὁ Σωκράτης εἴρηκεν ἐνθένδε ἀρξάμενος· <lb n="10"/>
‘Ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων
πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ
ἐπιμελούμενος. τῷ δʼ ἕπεται στρατιὰ θεῶν καὶ δαιμόνων
κατὰ ἕνδεκα μέρη κεκοσμημένη. μένει γὰρ Ἑστία
ἐν θεῶν οἴκῳ μόνη. τῶν δʼ ἄλλων, ὅσοι ἐν τῷ τῶν <lb n="15"/>
δώδεκα θεῶν ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται
κατὰ τάξιν, ἣν ἕκαστος ἐτάχθη, πολλαὶ μὲν οὖν καὶ
μακάριαι θέαι τε καὶ ἔξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν
γένος εὐδαιμόνων ἐπιστρέφεται, πράττων ἕκαστος διʼ
<lb n="972"/> αὑτοῦ τὰ αὐτῶν. ἕπεται δʼ | αἰεὶ ὁ θέλων τε καὶ <lb n="20"/>
<note type="footnote">2 Plato Phaedri 238d 6 Aeschyli fr 135 N 11 Plato
Phaedri 246e—247a</note>
<note type="footnote">1 τῆς αὐτὸς αὐτοῦ sanum est 2 αὑτοῦ M | φησι γῇ τοῖν
νῦν B 3 θεῖος MΠ: θεῖοά B θειοα P | εἶναι add in mg
rubro B | ἔοικεν om P ἔοικεν ὁ τόπος εἶναι Π | ὥστʼ ἐὰν] ὥστε
ἄν MBPv 4 προιόντος τοῦ λόγου γένωμαι Π 5 lac VIII
litt M, XIV litt Β, XXIII litt P: suppleuit Sylburgius 6 τινῶν
om Π habet Dion. de Lys p 458 | lac IX litt M, XIV litt B,
XIII litt P: suppleuit Porson | ἀλλὰ om BP 7 αὑτῶν M: αὐ-
τῶν BP | ἁλισκομεθα MPv ἁλιισκόμεθα B lac V uel VI litt M,
XII litt B. VIII litt P: suppleuit Porson 9 ἠγαποικότες P
12 ἅρμα] πρ|μα B πρῶτον πορεύονται P 15 [μ]όνη cum
ras M | τῶν ἄλλων P 18 θεαί MBP | διέξοδοι Π | ἐνδὸς
BP 19 διʼ αὐτοῦ MBP ἕκαστος αὐτῶν τὰ αὑτοῦ Π
</note>

<pb n="142"/>
δυνάμενος· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται.ʼ
ταῦτα καὶ τὰ ὅμοια τούτοις, ἃ πολλά ἐστιν, εἰ λάβοι
μέλη καὶ ῥυθμοὺς ὥσπερ οἱ διθύραμβοι καὶ τὰ ὑπορχήματα,
τοῖς Πινδάρου ποιήμασιν ἐοικέναι δόξειεν ἂν
<lb n="5"/> τοῖς εἰς τὸν ἥλιον εἰρημένοις, ὥς γʼ ἐμοὶ φαίνεται·
‘Ἀκτὶς ἀελίου, τί πολύσκοπʼ ἐμήσω θοῶν μ|ᾶτερ <milestone unit="973"/>
ὀμμάτων; ἄστρον ὑπέρτατον, ἐν ἁμέρᾳ κλεπτόμενον
ἔθηκας ἀμάχανον ἰσχὺν πτανὸν ἀνδράσι καὶ σοφίας
ὁδόν, ἐπίσκοτον ἀτραπὸν ἐσσυμένα. ἐλαύνεις τι νεώτερον
<lb n="10"/> ἢ πάρος; ἀλλά σε πρὸς Διὸς ἱπποσόα θοάς,
ἱκετεύω, ἀπήμονα ἐς οἶμον τινὰ τράποιο Θήβαις, ὦ
πότνια, πάγκοινον τέρας. πολέμου δʼ εἰ σᾶμα φέρεις
τινὸς ἢ καρποῦ φθίσιν ἢ νιφετοῦ σθένος ὑπέρφατον
ἢ στάσιν οὐλομέναν ἢ πόντου κενεῶσιν ἀμ πέδον ἢ
<lb n="15"/> παγετὸν χθονὸς ἢ νότιον θέρος ὕδατι ζακότῳ διερὸν
ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς
γένος, ὀλοφὺ| <add cause="omitted">ρομαι οὐ</add> δὲν ὅ,τι πάντων μέτα πείσομαι᾿. <milestone unit="974"/>
κἀνταῦθα οὐ <add cause="omitted">κ ἄκαιρος ἡ ἀλ</add> ληγορία, ὡς παρὰ
Πλάτωνι.</p><note type="footnote">6 Pindari fr 107 Bergkii</note><note type="footnote">6 ἐμήσω Bamberger et Emper: ἐμῆς | θοῶν Bergkius:
θεῶ | μᾶτερ Boissonadius: μʼ ἅτερ M μ ἁτερ B μʼ ἄτερ P
8 ἀγμάχανον B | ἰσχὲν B ἀνδράσιν M 9 ἐπίσκοπον corr in
ἐπίσκοτον M ἐπίσκοπτον B ἐπισκόπτεν P ἀτραπὸν ἐσσυμένα
Schneider: ἄτροπον ἑσσαμένα | ἐλαύνει B -νειν P 10 ἵππος
θαθοὰς MBP: corr Blass 11 οἶμον Hermannus: ὄλβον | τρά-
ποιο Sylburgius: τρόποιο 12 πάςκοινον B | δʼ εἰ σᾶμα Her-
mannus: δὶς ἅμα 13 ὑπέρ[φ]ατον cum ras M 14 οὐλομένην
corr in οὐλομέναν B οὐλομένην MP | κεῶσιν B | ἀμ Hermannus:
ἀλλὰ 15 διερὸν Sylburgius: ἱερὸν 16 κατακλύσασα M
κατασκλύσασα B κατακλύσασα P: corr Boeckh | θήσεις Barnes:
θήσει νέων B ἀρχᾶς Boeckh: ἀρχῆς 17 ὀλοφυ BP ὀλοφ M
lac IX litt M, XVII litt B. XXV litt P: suppleuit Hermannus
δὲν ὅτι M, om BP μεταπείσομαι MBP: corr Hermannus
18 lac VIII litt M, XI litt B ca XXVIP: suppleui | ληγορία om BP
</note></div><div type="textpart" subtype="chapter" n="8"><pb n="143"/><p>8 ἀλλὰ γάρ, ἵνα μὴ <add cause="omitted">πέρα τοῦ δέοντος</add> ὁ λόγος μοι <lb n="8"/>
προβῇ, Πλάτωνα μὲν ἐάσω, πορεύσομαι δʼ ἐπὶ τὸν
Δημοσθένην, οὗ δὴ χάριν τούς τε χαρακτῆρας τῆς
λέξεως, οὓς ἡγούμην εἶναι κρατίστους, καὶ τοὺς δυναστεύσαντας
ἐν αὐτοῖς κατηριθμησάμην, οὐχ ἅπαντας· <lb n="5"/>
Ἀντιφῶν γὰρ δὴ καὶ Θεόδωρος καὶ Πολυκράτης Ἰσαῖός
τε καὶ Ζωίλος καὶ Ἀναξιμένης καὶ οἱ κατὰ τοὺς αὐτοὺς
γενόμενοι τούτοις χρόνους οὐθὲν οὔτε καινὸν οὔτε
περιττὸν ἐπετήδευσαν, ἀλλὰ ἀπὸ τούτων τῶν χαρακτήρων
καὶ παρὰ τούτους τοὺς κανόνας τὰς ἑαυτῶν λέξεις <lb n="10"/>
κατεσκεύασαν. τοιαύτην δὴ καταλαβὼν τὴν πολιτικὴν
λέξιν ὁ Δημοσθένης οὕτω κεκινημένην ποικίλως, καὶ
τηλικούτοις ἐπεισελθὼν ἀνδράσιν ἑνὸς μὲν οὐθενὸς
<lb n="975"/> ἠξίωσε γενέσθαι ζηλω|τὴς οὔτε χαρακτῆρος οὔτε ἀνδρός,
ἡμιέργους τινὰς ἅπαντας οἰόμενος εἶναι καὶ ἀτελεῖς, <lb n="15"/>
ἐξ ἁπάντων δʼ αὐτῶν ὅσα κράτιστα καὶ χρησιμώτατα
ἦν, ἐκλεγόμενος συνύφαινε καὶ μίαν ἐκ πολλῶν διάλεκτον
ἀπετέλει, μεγαλοπρεπῆ λιτήν, περιττὴν ἀπέριττον,
ἐξηλλαγμένην συνήθη, πανηγυρικὴν ἀληθινήν,
αὐστηρὰν ἱλαράν, σύντονον ἀνειμένην, ἡδεῖαν πικράν, <lb n="20"/>
ἠθικὴν παθητικήν, οὐδὲν διαλλάττουσαν τοῦ μεμυθευμένου
<note type="footnote">16—18 cf anonymus W VII 1049, 8 21 sq memorat
schol Demosth 604, 21 Dind καὶ Διονύσιος αὐτὸν Πρωτέα
ἐκάλεσεν, ὅτι εἰς πολλὰ καὶ τὰ ἐναντία μορφοῖ τὸν λόγον, νῦν</note>
<note type="footnote">1 μὴ] μὲ B | lac XIV litt M, XII B, XX P: suppleuit
Sadaeus post Krügerum 2 δὲ M 3 περὶ δημοσθένους mg B</note>
<note type="footnote">4 δυναστεύσαν P 5 κατηριθμησάμ M 6 καὶ πολυκρι καὶ
πολυκράτους addito η super ους P 10 τούτους τοὺς] τοὺς B
corr B1 | ἑαυτὸν MBP ἑαυτῶν mg B 11 καλαβὼν P 12 οὕτω
κ π corrupta aut spuria 13 μὲν om Pv 14 οὔτʼ P
15 ἡμιούργους BP 19 συνήθη—ἱλαράν om B 20 ἱ[λ]ταράν
cum ras M 21 διαλάττουσαν B</note>

<pb n="144"/>
παρὰ τοῖς ἀρχαίοις ποιηταῖς Πρωτέως, ὃς ἅπασαν
ἰδέαν μορφῆς ἀμογητὶ μετελάμβανεν, εἴτε θεὸς ἢ δαίμων
τις ἐκεῖνος ἄρα ἦν παρακρουόμενος ὄψεις τὰς
ἀνθρωπίνας εἴτε διαλέκτου ποικίλον τι χρῆμα ἐν ἀνδρὶ
<lb n="5"/> σοφῷ, πάσης ἀπατηλὸν ἀκοῆς, ὃ μᾶλλον ἄν τις εἰκάσειεν,
ἐπειδὴ ταπεινὰς καὶ ἀσχήμονας ὄψεις οὔτε θεοῖς
οὔτε δαίμοσι προσάπτειν ὅσιον. ἐγὼ μὲν <add cause="omitted">δὴ</add> τοιαύτην
τινὰ δόξαν ὑπὲρ τῆς Δημοσθένους λέξεως ἔχω
καὶ τὸν χαρακτῆρα τοῦτον ἀποδίδωμι αὐτῷ τὸν ἐξ
<lb n="10"/> ἁπάσης μικτὸν ἰδέας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>