<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:49-52</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:49-52</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="49"><p>ἆρά γε ἀπαιτήσει μέ τις ἐνταυθοῖ λόγον μελῶν τε 49
καὶ ῥυθμῶν καὶ τῶν ἐν ταῖς μεταβολαῖς σχημάτων καὶ
τοῦ ἐν ἑκάστῳ πρέποντος, ἀξιῶν ἀκοῦσαι, τίνα τε
<note type="footnote">2 παρέχων BP 3 ῥοπὴν Sylburgius: τρόπον | πλείονα BPv</note>
<note type="footnote">4 αὐτῷ MBPv | τῇ κατασκευῇ] τὴν κατασκευὴν MBPv |
τάς τε ἐμμελεῖ P τά τε μέλη Sylburgius v 5 μεγαλωπρεπεῖς B |
ῥηθμοὺς in ῥυθμοὺς corr B ῥηθμοὺς P 7 λέξις postea add M</note>
<note type="footnote">8 μετεβίβαζεν Usener 9 ὑπολάβηθη B | τῇ πεζῇ λέξει Syl-
burgius: τὴν πεζὴν λέξιν 10 ἐμμελείων B 12 λέξεων B
13 καινουργεῖν Kiessling | με om v | τὰ μὴ προσόντα Sylburgius</note>
<note type="footnote">15 κατεσκευσμένη B 18 συνέφθαρται cum signo P | in mg
ἀντὶ τοῦ συγκέκραται (συγκίκραται P) MBP | δὲ ἄλλῳ BP
19 αὐτὸν BPv 23 τοῦ πρέποντος Reiskius: τοὺς πρέποντας
</note>

<pb n="236"/>
αὐτῶν ἐστιν, οἷς ἡ φιλάρχαιος ἁρμονία κοσμεῖται, καὶ
τίνα τῆς κωτίλης γένοιτʼ ἂν ἁρμονίας; ἢ οἰκειοτέραν
τὴν ἐκ παιδὸς ἐπιφερόμενος εὐμουσίαν, ἣν ἔκ τε μουσικῆς
καὶ γραμματικῆς ἔσχηκεν, αἣ ταῦτʼ ἔχουσι τὰ
<lb n="5"/> θεωρήματα, ἐπιλαβόντα τὸ χρονίζειν ἐν τοῖς κοινοῖς
καὶ γνωρί|μοις τὸν λόγον οὐ συκοφαντήσει, ἄλλως <milestone unit="1106"/>
τε καὶ τοῦ καιροῦ τὰ μέτρα ὁρῶν; οἴομαι μὲν οὖν,
ὡς καὶ δόξαν ἐπιεικῆ περὶ τῶν ἄλλων ἔχω, ἀρξάμενος
ἀπὸ σοῦ, φίλτατε Ἀμμαῖε, καὶ ἐκ τῆς εὐμουσίας τῆς
<lb n="10"/> σῆς λαμβάνων. εἰ δέ τις ἀπαιτήσει καὶ ταῦτʼ ἔτι μαθεῖν
ὅπη ποτʼ ἔχει, τοὺς ὑπομνηματισμοὺς ἡμῶν λαβών,
οὓς περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πεπραγματεύμεθα,
πάντα ὅσα ποθεῖ τῶν ἐνθάδε παραλειπομένων
εἴσεται. ἐγὼ δὲ τῇδέ πῃ περιγράψας τὸν ὑπὲρ τούτων
<lb n="15"/> λόγον ἐπὶ τὸ περιλειπόμενον ἐλεύσομαι μέρος.</p></div><div type="textpart" subtype="chapter" n="50"><p>50 ὑπεσχόμην γὰρ καὶ τοῦτο δείξειν ἔτι, πῶς ἄν τις
διαγνοίη τὸν χαρακτῆρα τῆς Δημοσθένους συνθέσεως
καὶ ποίοις χρώμενος σημείοις ἀπὸ τῶν ἄλλων διορίσειεν.
ἓν μὲν οὖν οὐδέν ἐστι παράσημον αὐτῆς ἐκφανὲς
<lb n="20"/> οὕτως, ὥστε μόνη ταύτῃ καὶ μηδεμιᾷ τῶν ἄλλων
παρακολουθεῖν, ἡ δὲ συνδρομή τε καὶ πλεονασμός,
οἷς ἐλέγχεσθαι πέφυκε παντὸς πράγματος καὶ σώματος
<note type="footnote">1 ʼστιν P 3 ἐπιφερόμενος M: εὐφερόμενος B ευφαιρό-
μενος Pv 4 ἔσχηκεν, αἳ] ἐσχηκέναι Mpv ἐσχησαμένη B |
ταῦτα M 5 ἐπιλαβόντα] περιλαβόντα MBPv 7 καιροῦ
MB: ροῦ Pv | οἴομαι—περὶ τῶν om Pv | οὖν ὡς| οὕτως MB
cf de Isaeo c 12 10 λαμβάνω MBPv | ἔτι] ἔστι 3 11 ὅπῃ
M²: ὃ μὴ M1BP 12 πεπραγμάτευθα P πεπραγματεύμεθα —
τῶν om B 13 ἐνθάδε B 15 λόγων in λόγον corr P |
περιλειπομένων Sylburgius: παραλειπομένων 16 δείξειν ἔτι
postea add M 17 διανοίη BP 18 χρώμενος σημείοις] χρω-
μένοις B 19 ἓν] ἐν M | οὐδενὶ B 20 μόνῃ ταύτῃ scil τῇ
συνθέσει 21 ὁ πλεονασμός Reiskius 22 ἐλέγχεσθαι uix sanum
est, ἐνέχεσθαι ci Usener
</note>

<pb n="237"/>
<milestone unit="1107"/> γνῶσις, ἴδιος | αὐτῆς γίνεται χαρακτήρ. χρήσομαι δʼ
εἰκόνι φανερῷ τῆς σαφηνείας ἕνεκα τοῖς σώμασι τῶν
ἀνθρώπων. ἅπασι δή που συμβέβηκε μέγεθός τε καὶ
χρῶμα καὶ σχῆμα καὶ μέλη καὶ ῥυθμός τις τῶν
μελῶν καὶ τὰ παραπλήσια τούτοις. εἰ δή τις ἀφʼ ἑνὸς <lb n="5"/>
τούτων ἀξιώσει τὸν χαρακτῆρα σκοπεῖν, οὐδὲν ἀκριβὲς
εἴσεται. ἐν πολλαῖς γὰρ ἂν εὕροι μορφαῖς τοιοῦτόν τι
ἕτερον, οἷον ἔθετο τῆς μιᾶς μορφῆς σύμβολον. ἐὰν δὲ
πάντα συνθῇ τὰ συμβεβηκότα τῇ μορφῇ ἢ τὰ πλεῖστα
ἢ τὰ κυριώτατα, ταχεῖάν τε πάνυ τὴν γνῶσιν λήψεται <lb n="10"/>
καὶ οὐκ ἐπι <gap reason="omitted"/> σεται ταῖς ὑμοιότησι. τοῦτο δὴ ποιεῖν
ἀξιώσαιμʼ ἂν καὶ τοὺς βουλομένους τὴν σύνθεσιν ἀκριβῶς
εἰδέναι τὴν Δημοσθένους, ἐκ πολλῶν αὐτὴν δοκιμάζειν
ἰδιωμάτων, λέγω δὴ τῶν κρατίστων τε καὶ
<milestone unit="1108"/> κυριωτάτων· πρῶτον ἐκ τῆς ἐμμελείας, ἧς κριτήριον <lb n="15"/>
ἄριστον ἡ ἄλογος αἴσθησις. δεῖ δὲ αὐτῇ τριβῆς πολλῆς
καὶ κατηχήσεως χρονίου· οὐ γὰρ δὴ πλάσται μὲν
καὶ ζωγράφων παῖδες, εἰ μὴ πολλὴν ἐμπειρίαν λάβοιεν,
χρόνῳ τρίψαντες τὰς ὁράσεις μακρῷ περὶ τὰς
τῶν ἀρχαίων δημιουργῶν τέχνας, οὐκ ἂν εὐπετῶς <lb n="20"/>
αὐτὰς διαγνοῖεν καὶ οὐκ ἂν ἔχοιεν εἰπεῖν βεβαίως, ὅτι
<del>τῇ φήμῃ παραλαβόντες</del> τουτὶ μέν ἐστι Πολυκλείτου
τὸ ἔργον, τουτὶ δὲ Φειδίου, τουτὶ δὲ Ἀλκαμένους, καὶ
τῶν γραφῶν Πολυγνώτου μὲν αὕτη, Τιμάνθους δὲ
<note type="footnote">2 σαφεινίας P σαφικίας in mg σαφηνείας B | ἕνεκα τοῖς M
ci Reiskius: ἐν ἑκάστοις BP | σημείωσαι in mg B 5 an ἐφʼ
ἑνὸς? 7 τι M: δὴ BPv 9 συνθῇ τὰ Reiskius] τὰ συνήθη</note>
<note type="footnote">10 κυριώτερα B 11 οὐκ ἐπϊ . . . σεται (III l) M οὐκ ἐτι . . .
σεται (III l) et in mg οὐκ επϊ B οὐκ ἐπισεται P fort οὐκ ἐπι-
σπάσεται uelut παρακρούσεται de Isaeo p 559 13 Δημοσθένους
postea add M 14 δὲ Küger 15 πρῶτον μὲν? 16 αἰσθή-
σησις B 17 οὐδὲ γάρ ci Usener 21 διανοῖεν BP 22 τῇ φήμῃ
παραλαβόντες seclusi φήμι P
</note>

<pb n="238"/>
ἐκείνη, αὕτη δὲ Παρρασίου. λόγων δὲ ἆρα τινὲς ἀκριβῶς
ἐξ ὀλίγων παραγγελμάτων καὶ προσκαίρου | κατηχήσεως <milestone unit="1109"/>
ἐμμελοῦς ἁρμονίας εἴσονται φύσιν; πολλοῦ γε
καὶ δεῖ. τοῦτο μὲν δὴ πρῶτον οἴομαι δεῖν σκοπεῖν
<lb n="5"/> ἐπιστήμῃ γε καὶ ἔθει, μετὰ δὲ τοῦτο τὴν εὐρυθμίαν.
οὐ γὰρ ἔστι λέξις οὐδεμία Δημοσθένους, ἥτις οὐκ ἐμπεριείληφε
ῥυθμοὺς καὶ μέτρα τὰ μὲν ἀπηρτισμένα
καὶ τέλεια, τὰ δʼ ἀτελῆ, τοιαύτην ἐπιπλοκὴν ἔχοντα ἐν
ἀλλήλοις καὶ οὕτως συνηρμοσμένα, ὥστε μὴ δῆλον
<lb n="10"/> εἶναι, ὅτι ἐστὶ μέτρα. οὐ γὰρ ἂν ἄλλως γένοιτο πολιτικὴ
λέξις παρʼ αὐτὴν τὴν σύνθεσιν ἐμφερὴς ποιήμασιν,
ἂν μὴ περιέχῃ μέτρα καὶ ῥυθμούς τινας ἐγκατακεχωρισμένους
ἀδήλως. οὐ μέντοι γε προσήκει αὐτὴν ἔμμετρον
οὐδʼ ἔρρυθμον εἶναι δοκεῖν, ἵνα μὴ γένηται ποίημα
<lb n="15"/> ἢ μέλος, ἐκβᾶσα τὸν αὐτῆς χαρακτῆρα, ἀλλʼ εὔρυθμον
αὐτὴν ἀπόχρη φαίνεσθαι καὶ εὔμετρον. οὕτω γὰρ ἂν· εἴη
ποιητικὴ μέν, οὐ μὴν ποίημά γε, καὶ μελίζουσα μέν, οὐ
μὴν μέλος. | τίνα δʼ ἔχει ταῦτα διαφοράν, οὐ χαλεπὸν <milestone unit="1110"/>
ἰδεῖν. ἡ μὲν ὅμοια παραλαμβάνουσα μέτρα καὶ ῥυθμοὺς
<lb n="20"/> τεταγμένους εἴτε κατὰ στίχον εἴτε κατὰ περίοδον, ἣν
καλοῦσιν <add cause="omitted">οἱ</add> μουσικοὶ στροφήν, κἄπειτα πάλιν τοῖς
αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν αὐτῶν στίχων ἢ
<note type="footnote">1 δὲ post αὕτη om P | παρασίου MPv | λόγον B | ἄρα B</note>
<note type="footnote">2 παραγελμάτων B | προσκαίρους P 3 φύσιν postea add
M item 4 πρῶτον et σκοπεῖν | πολοῦ B 4 εἴομαι B 5 εὐ-
ρηθμίαν B 7 μέτρα τὰ M: μέτρα BP 9 μὴ δῆλον εἶναι]
μηδʼ ἡμῖν νοεῖν M (postea additum) BPv 10 καὶ οὐ γάρ B
ceterum cf de comp 196, 6 sq 11 ἐμφορὴς P 13 ἀδήλως
M: ἀδήλου P δηλοῦ B 15 μέλλος P | αὐτῆς MP αὐτὴν B
εὔρυθμον] οὐ ρυθμὸν B 18 ἔχει P: ἔχοι M ἔχει οι B fort
igitur τίνα δʼ ἂν ἔχοι. hinc cf de comp 196, 15 sq 21 κα-
λοῦσι MP καλλοῦσι B | οἱ add Sylburgius ceterum cf de Lys
474 | στροφὴ in mg B
</note>

<pb n="239"/>
περιόδων, ἃς ἀντιστρόφους ὀνομάζουσι, χρωμένη καὶ
τῷ σχήματι τούτῳ τῆς κατασκευῆς ἀπὸ τῆς ἀρχῆς
μέχρι τοῦ τέλους προβαίνουσα ἔμμετρός τʼ ἐστὶ καὶ
ἔρρυθμος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτη λέξει μέτρον
καὶ μέλος, ἡ δὲ περιπεπλανημένα μέτρα καὶ ῥυθμοὺς <lb n="5"/>
ἀτάκτους ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν αὐτῶν
φυλάττουσα μήτε ὁμοζυγίαν μήτʼ ἄλλην ὁμοιότητα
τεταγμένην μηδεμίαν εὔρυθμος μέν ἐστι καὶ εὔμετρος,
ἐπειδὴ διαπεποίκιλται μέτροις τε καὶ ῥυθμοῖς τισιν,
οὐ μὴν ἔρρυθμός γε οὐδὲ ἔμμετρος, ἐπειδὴ οὐχὶ τοῖς <lb n="10"/>
αὐτοῖς οὐδὲ κατὰ ταὐτὰ ἔχουσι. τοιαύτην δή φημι
πᾶσαν εἶναι λέξιν πολιτικήν, ἐν ᾗ τὸ ποιητικὸν ἐμφαίνεται
<milestone unit="1111"/> κάλλος. ᾗ καὶ τὸν Δημοσθένη κεχρημένον
ὁρῶ. τὰς δὲ περὶ τούτου τοῦ μέρους πίστεις ἐν τοῖς
περὶ τῆς συνθέσεως γραφεῖσιν ἀποδεδωκὼς οὐκ ἀναγκαῖον <lb n="15"/>
ἡγοῦμαι κἀνταῦθα λέγειν. τρίτον ἔτι καὶ τέταρτον
ἰδίωμα τῆς συνθέσεως τοῦ ῥήτορος ἦν τό τε
ἐξαλλάττειν παντοδαπῶς καὶ τὸ σχηματίζειν ποικίλως
τὰ κῶλα καὶ τὰς περιόδους. οὐδὲ γὰρ ἔστιν οὐδεὶς
ἀπλῶς τόπος, ὃς οὐχὶ διαπεποίκιλται ταῖς τε ἐξαλλαγαῖς <lb n="20"/>
καὶ τοῖς σχηματισμοῖς, ὡς ἅπαντες ἴσασι, καί μοι
δοκεῖ ταῦτα μὴ λόγων δεῖσθαι γνώριμα καὶ τοῖς
φαυλοτάτοις ὄντα.</p><note type="footnote">1 ἀντιστροφὴ in mg Β ἀντιστροφὰς Sylburgius 2 τῳ Ρ</note><note type="footnote">4 ἐρρυθμὸς β sequentia usque ad ῥυθμοὺς u 5 omittens</note><note type="footnote">6 ἐμπεριλαμβάνουσα] ἐμπεριπεπλανημενα μέτρα καὶ ῥυθμοὺς
ἀτάκτους ἐμπεριλαμβάνουσα Β ἀκολουθείαν Β 7 μήτε ἄλλην Ρ
μήτε — μηδεμίαν om Β 9 μέτροις τε καὶ] μέτροις τε καὶ εὔ-
μετρος ἐ μέτροις τε καὶ Β 10 οὐχὴ οὐχὶ Ρ 11 δὴ de comp
p 197: δὲ 13 κάλος ΒΡ 14 δρῶν Β τούτους Β 15 τῆς
συνθέσεως] συντάξεως Β ἀποδεδοκὼς Β 17 τότε Μ 18 ποι-
κίλλως Ρ 20 ὃς Sylburgius: σιὃς Ρ οἵος Β οἷος Μ τἐ Ρ
</note></div><div type="textpart" subtype="chapter" n="51"><p> ταυτί μοι δοκεῖ μηνύματα τῆς συνθέσεως εἶναι τῆς
Δημοσθένους ⟨ἀνυφαίρετα⟩ καὶ χαρακτηρικά, ἐξ ὧν
ἄν τις αὐτὴν διαγνοίη πᾶσαν, ἐξετάζειν βουληθείς. εἰ
δέ τις ὑποτεύξεται πρὸς ταῦτα θαυμάζειν λέγων, εἰ
<lb n="5"/> καὶ κακοδαίμων οὕτως ἦν ὁ τηλικοῦτος ἀνήρ, ὥσθʼ,
ὅτε γράφοι τοὺς λόγους, ἄνω καὶ κάτω στρέφειν τὰ
μόρια τῆς λέ ξεως καὶ τὰ ἐκ τούτων συντιθέμενα κῶλα, <milestone unit="1112"/>
ἐμμελείας τε καὶ ῥυθμοὺς καὶ μέτρα, μουσικῆς οἰκεῖα
θεωρίας πράγματα καὶ ποιητικῆς, εἰς τὴν πολιτικὴν
<lb n="10"/> ἐναρμόττων φράσιν, ᾗ τούτων οὐδενὸς μέτεστιν, πρῶτον
μὲν ἐκεῖνο ἐνθυμηθήτω, ὅτι ὁ τοσαύτης δόξης
ἠξιωμένος ἀνὴρ ἐπὶ λόγοις, ὅσης οὐδεὶς τῶν πρότερον,
αἰώνια συνταττόμενος ἔργα καὶ τῷ πάντα βασανίζοντι
χρόνῳ παραδιδούς, οὐδὲν ἐκ τοῦ ἐπιτυχόντος ἔγραφεν.
<lb n="15"/> ἀλλʼ ὥσπερ τῆς ἐν τοῖς νοήμασιν οἰκονομίας πολλὴν
ἐποιεῖτο δόσιν, οὕτω καὶ τῆς ἐν τοῖς ὀνόμασιν ἁρμοιίυας,
ὁρῶν γε δὴ τούτους τοὺς θαυμαζομένους ἐπὶ σοφίᾳ
καὶ κρατίστων λόγων ποιητὰς νομιζομένους Ἰσοκράτην
καὶ Πλάτωνα γλυπτοῖς καὶ τορευτοῖς ἐοικότας ἐκφέροντας
<lb n="20"/> ροντας λόγους, ἐνθυμούμενος δʼ, ὅτι τοῦ λέγειν εὖ
διττὴ ἡ διαίρεσίς ἐστιν, εἴς τε τὸν πραγματικὸν τόπον
καὶ εἰς τὸν λεκτικόν, καὶ τούτων πάλιν ἀμφοτέρων <milestone unit="1113"/>
εἰς τὰς ἴσας διαιρεθέντων τομάς, τοῦ πραγματικοῦ μὲν
<note type="footnote">1 μηνύματι ΒΡ 2 ἀνυφαίρετα ex c 34 addidi 3 διανοίη ΒΡ
πᾶσαν suspectat Usener 5 οὕτος ΒΡ 6 γράφει ΒΡ v ἄνο Β τρέ-
φην τρέφειν Ρ 7 συνθεμένᾶ (sic) Ρ signo super συν addito</note>
<note type="footnote">8 οἰκεῖα — ποιητικῆς om Β 10 ἐναρμόττειν ΜΒ²Ρv
ἐναρμόνιον ἐναρμόττειν Β1 13 αἰ αἰώνια αἰώνια add αι
super ιω Β 16 τῆς ἁρμονίας Sylburgius: τὴν ἁρμονίαν
17 τούτους τοὺς] τούτους Ρ τοὺς v 18 νομειζομένους Ρ |
ἰσοκρατίστων λόγων ποιητὰς νομιζομένους post νομιζομένους ex-
hibet Β 19 γλοιπτοῖς corr in γλυπτοῖς Ρ 21 πραγματι-
κῶν Β τόπον Reiskius: τρόπον πραγματικός in mg Β 22 λεκτι-
κός in mg Β τὸν — 23 εἰς add Μ2 23 παρασκ πραγματικοῦ Β
</note>

<pb n="241"/>
εἴς τε τὴν παρασκευήν, ἣν οἱ παλαιοὶ καλοῦσιν εὕρεσιν,
καὶ εἰς τὴν χρῆσιν τῶν παρεσκευασμένων, ἣν προσαγορεύουσιν
οἰκονομίαν, τοῦ λεκτικοῦ δὲ εἴς τε τὴν
ἐκλογὴν τῶν ὀνομάτων καὶ εἰς τὴν σύνθεσιν τῶν ἐκλεγέντων,
ἐν ἑκατέρῳ τούτων πλείω μοῖραν ἔχει τὰ <lb n="5"/>
δεύτερα τῶν προτέρων· τὸ μὲν οἰκονομικὸν ἐν τῷ
πραγματικῷ, τὸ δὲ συνθετικὸν ἐν τῷ λεκτικῷ. περὶ
ὧν οὐ καιρὸς ἐν τῷ παρόντι μηκύνειν. ταῦτα γὰρ
ἐννοηθείη ἄν, εἴ τις μὴ κομιδῇ σκαιὸς ἢ δύσερις, καὶ
οὐκ ἂν θαυμάσειεν, εἰ φροντὶς ἐγένετο Δημοσθένει <lb n="10"/>
<del>ἔτι</del> μελῶν καὶ ῥυθμῶν καὶ σχημάτων, καὶ τῶν ἄλλων
πάντων, οἷς ἡδεῖα καὶ καλὴ γίνεται σύνθεσις. τοὐναντίον
γὰρ μᾶλλον ὑπολάβοι τις<add cause="omitted">ἂν</add> ἀνὴρ μήτε ὀλιγόπονος μήτε
ἁψίκορος μήτε ἀκρόσοφος ἄπορον εἶναι καὶ ἀμήχανον,
ἢ μηδεμίαν ἐπιμέλειαν πεποιῆσθαι τὸν ῥήτορα τῆς <lb n="15"/>
<milestone unit="1114"/> ἁρμονίας τῶν λόγων ἢ φαύλην τινά, βουλόμενον μνημεῖα
τῆς ἑαυτοῦ διανοίας ἀθάνατα καταλιπεῖν. οὐ γὰρ
δή τοι πλάσται μὲν καὶ γραφεῖς ἐν ὕλῃ φθαρτῇ χειρῶν
εὐστοχίας ἐνδεικνύμενοι τοσούτους εἰσφέρονται
πόνους, ὥστε καὶ φλέβια καὶ πτίλα καὶ χνοῦς καὶ τὰ <lb n="20"/>
τούτοις ὅμοια εἰς ἄκρον ἐξεργάζεσθαι καὶ κατατήκειν
εἰς ταῦτα τὰς τέχνας, πολιτικὸς δʼ ἄρα δημιουργός,
<note type="footnote">2 παρεσκευασμένων Sylburgius: παρασκευασμ ένων 3 εἴς
τε] εἰς Ρv 4 ἐκλογεῖν Ρ τῶν ὀνομάτων] τῶν παρασκευασ-
μένων τῶν ὀνομάτων Β 7 συνθετικὸν Krüiger: συντιθέμενον
8 μηκύνειν Μ: μῆν δειν Β μῆδειν in mg μηκύειν Ρ 9 ἐννο-
ήθει Β μὴ] εἴη ΜΒΡv 10 ἐγένετο de comp 209: ἐγίνετο ex
ἐγένετο Μ ἔγετο corr in ἐγίνετο Ρ γίνετο Β ἐγίνετο v 11 ἔτι
seclusit Reiskius 12 καὶ καλὴ] καλὴ Β 13 ἂν add Reiskius</note>
<note type="footnote">14 ἁψίκορος Casaubonus: τερψίχορος ΜΡ τερψίχροος τερψί-
χορος Β 15 πεποιεῖσθαι Β 18 χειρῶν εὐστοχίας ἐνδεικνύμενοι
(ἐνδεικνούμενα Β) τοσούτους εἰσφέρονται (είσφέροντες Β in textu
et mg) πόνους Μ Β: χείροντες πόνους Ρ v 20 χνοῦν de comp 209
Dion Halicarn v</note>

<pb n="242"/>
πάντας ὑπεράρας τοὺς καθʼ αὐτὸν φύσει τε καὶ πόνῳ,
τῶν ἐλαχίστων τινὸς εἰς τὸ εὖ λέγειν, εἰ δὴ καὶ ταῦτα
ἐλάχιστα, ὠλιγώρησε.</p></div><div type="textpart" subtype="chapter" n="52"><p>52 βουλοίμην δʼ ἂν καὶ ταῦτα ἐνθυμηθῆναι <del>διότι</del>
<lb n="5"/> τοὺς ἔτι δυσπείστως ἔχοντας πρὸς τὰ εἰρημένα, ὅτι
μειράκιον μὲν ἔτι ὄντα καὶ νεωστὶ τοῦ μαθήματος
ἁπτόμενον αὐτὸν οὐκ ἄλογον ἦν καὶ ταῦτα καὶ τἆλλα
πάντα διὰ πολλῆς ἐπιμελείας τε καὶ φροντίδος ἔχειν,
ἐπειδὴ δʼ ἡ χρόνιος ἄσκησις ἔξιν αὐτῷ ἐνεποίησε πολλὴν
<lb n="10"/> καὶ τύπους ἰσχυροὺς ἐνειργάσατο τῶν αἰεὶ μελετωμένων, <milestone unit="1115"/>
τότε ἀπὸ τοῦ ῥᾴστου τε καὶ τῆς ἕξεως
αὐτὸ ποιεῖν. οἷόν τι γίνεται καὶ περὶ τὰς ἄλλας τέχνας
καὶ οὐχ ἥκιστα περὶ τὴν καλουμένην γραμματικήν.
ἱκανὴ γὰρ αὕτη καὶ τὰς ἄλλας τεκμηριῶσαι, φανερωτάτη
<lb n="15"/> πασῶν οὖσα καὶ θαυμασιωτάτη. ταύτην γὰρ ὅταν
ἐκμάθωμεν, πρῶτον μὲν τὰ ὀνόματα τῶν στοιχείων
τῆς φωνῆς ἀναλαμβάνομεν, ἃ καλεῖται γράμματα. ἔπειτα
<add cause="omitted">τοὺς</add> τύπους τε αὐτῶν καὶ δυνάμεις. ὅταν δὲ ταῦτα
μάθωμεν, τότε τὰς συλλαβὰς αὐτῶν καὶ τὰ περὶ ταύτας
<lb n="20"/> πάθη. κρατήσαντες δὲ τούτων τὰ τοῦ λόγου μόρια,
ὀνόματα λέγω καὶ ῥήματα καὶ συνδέσμους, καὶ τὰ συμβεβηκότα
τούτοις, συστολάς, ἐκτάσεις, ὀξύτητας, βαρύτητας,
γένη, πτώσεις, ἀριθμούς, ἐγκλίσεις, τὰ ἄλλα
παραπλήσια τούτοις μυρία ὄντα. ὅταν δὲ τὴν τούτων
<note type="footnote">4 διότι seclusit Sylburgius 5 δυσπείστως Sylburgius: δυσπί-
στως 6 μειρούκιον Ρ et Β qui initio μειράκιον habuisse uidetur
ἔτι Μ, mg Β: ἐστιν ΒΡ νεωστὴ Ρ1 παθήματος Μ 7 τᾶλαΒ 8 πο-
λῆς Β 9 ἄσκησιν Ρ ἔξ[ιν] cum ras Μ 12 αὐτὰ de comp 210
16 putes ἐκμανθάνωμεν cf de comp 211 18 τοὺς add Sauppius
δυνάμοις corr in δυνάμεις Ρ | ταύτας Sauppius 19 μάθομεν Β τὰς
συμ τὰς συλλαβὰς Ρ καὶ — τούτω geminantur in Β ταύτας Syl-
burgius: ταῦτα Μ ΒΡ τὰ ἐν ταύταις πάθη de comp 211 22 συ-
στολὰς Ρ 24 τὰ π. Krüger ὄντα Krüger: ὀνόματα τὴν τὴν Β
</note>

<pb n="243"/>
ἀπάντων ἐπιστήμην περιλάβωμεν, τότε ἀρχόμεθα γράφειν
τε καὶ ἀναγινώσκειν, κατὰ συλλαβὴν μὲν καὶ
βραδέως τὸ πρῶτον, ἅτε νεαρᾶς οὔσης ἔτι τῆς ἕξεως,
<milestone unit="1116"/> προβαίνοντος δὲ τοῦ χρόνου καὶ τὸν νοῦν |ἰσχυρὸν
τῇ ψυχῇ περιτιθέντος ἐκ τῆς συνεχοῦς μελέτης, τότʼ <lb n="5"/>
ἀπταίστως τε καὶ κατὰ πολλὴν εὐπέτειαν, καὶ πᾶν ὅ
τι ἂν ἐπιδῷ τις βυβλίον οὐδὲν ἐκείνων ἔτι τῶν πολλῶν
θεωρημάτων ἀναπολοῦντες ἅμα νοήσει διερχόμεθα.
τοιοῦτον δή τι καὶ περὶ ταύτην ὑυποληπτέον
γενέσθαι τὴν τέχνην, ἐκ τῶν μικρῶν καὶ γλίσχρων <lb n="10"/>
θεωρημάτων αὐξομένην τὴν ἕξιν σὺν χρόνῳ ῥᾳδίως
αὐτῶν κρατεῖν, ὥστε ἅμα νοήσει κεκριμένον τε καὶ
ἄπταιστον αὐτῆς εἶναι τὸ ἔργον. εἰ δέ τῳ δοκεῖ ταῦτα
καὶ πόνου πολλοῦ καὶ πραγματείας μεγάλης ἔργα εἶναι,
καὶ μάλα ὀρθῶς δοκεῖ κατὰ τὸν Δημοσθένη· οὐδὲν <lb n="15"/>
γὰρ τῶν μεγάλων μικρῶν ἐστι πόνων ὤνιον. ἀλλʼ ἐὰν
ἐπιλογίσηται τοὺς ἀκολουθοῦντας αὐτοῖς καρπούς, μᾶλλον
δʼ ἐὰν ἕνα μόνον τὸν ἔπαινον, ὃν ἀποδίδωσιν ὁ
χρόνος καὶ ζῶσι καὶ μετὰ τὴν τελευτήν, πᾶσαν ἡγήσεται
<milestone unit="1117"/> τήν <del>τε</del> πραγματείαν ἐλάττω τῆς προσηκούσης. | </p><lb n="20"/></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>