<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:37-38</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:37-38</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="37"><p>τρεῖς γὰρ δὴ συνθέσεως σπουδαίας χαρακτῆρες 37
οὗτοι οἱ γενικώτατοι, οἱ δʼ ἄλλοι παρὰ τούτους τε καὶ
ἀπὸ τούτων εἰσὶ κατεσκευασμένοι, πολλοὶ σφόδρα ὄντες,
ἐπιτάσει τε καὶ ἀνέσει διαφέροντες ἀλλήλων. εἰλικρινὴς
<milestone unit="1068"/> μὲν οὖν ἁρμονία καὶ ἀκραιφνὴς χαρακτὴρ κατὰ <lb n="15"/>
πᾶν οὐκ ἂν εὑρεθείη παρʼ οὐδενὶ οὔτε ἐμμέτρων οὔτε
πεζῶν ποιητῇ λόγων, οὐδὲ χρὴ μαρτύρια τοιαῦτα παρʼ
οὐδενὸς ἀπαιτεῖν. ὅπου γὰρ οὐδὲ τῶν στοιχείων τῶν
πρώτων, ἐξ ὧν ἡ τοῦ παντὸς συνέστη φύσις, γῆς τε
καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, οὐδὲν εἰλικρινές <lb n="20"/>
ἐστιν, ἀλλὰ πάντα μετέχει πάντων, ὠνόμασται δʼ ἕκαστον
αὐτῶν κατὰ τὸ πλεονάζον, τί θαυμαστόν, εἰ αἱ
τῆς λέξεως ἁρμονίαι τρεῖς οὖσαι τὸν ἀριθμὸν οὐκ
ἔχουσιν εἰλικρινῆ τὴν φύσιν οὐδʼ ἀνεπίμικτον, ἀλλʼ ἐκ
τῶν ὡς ἐπὶ τὸ πολὺ συμβεβηκότων αὐτοῖς ὀνόματός <lb n="25"/>
<note type="footnote">1 ἄττα Sylburgius: αὐτὰ 4 (καὶ φίλαν) καὶ φιλάρχαιον P</note>
<note type="footnote">5 σεμνὸν B | ἐπετήδευσαν malim 6 ἀρμονίαν B | λισυ-
ρᾶν B 7 μαλακὸν Sylburgius: μάλα 8 συμφοτὸς B 9 τὰ
χρησιμώτατα, τὴν Krüger: χρησιμωτάτην 12 δὲ BP 15 ἀρ-
μονία B | ἀκραιφνὴν B 19 πρώτου B 21 ἕκαστων B
24 φύσην B | ἂν ἐπίμικτον BP 25 συνβεβηκότων B
</note>

<pb n="210"/>
τε ἠξίωνται καὶ χαρακτῆρος ἰδίου; ὥσθʼ, ὅταν παρέχωμαι
δείγματα ἑκάστης καὶ μαρτύρια φέρω, λέξεις
τινὰς παρατιθεὶς τῶν χρησαμένων αὐταῖς ποιητῶν τε
καὶ συγγραφέων, μηδεὶς συκοφαντείτω τὰς ἐπιπλοκὰς
<lb n="5"/> καὶ τὰς κατὰ μόρια ποιότητας αὐτῶν, ἀλλὰ κατὰ τὸ
πλεονάζον ἕκαστον τῶν παραλαμβανομένων σκοπείτω,
τεκμαιρόμενος, εἰ πολλαχῇ τοιοῦτόν ἐστι τὸ δεικνύμενον,
οὐκ εἰ ἀπανταχῇ. |</p></div><div type="textpart" subtype="chapter" n="38"><p>38 τῆς μὲν οὖν αὐστηρᾶς καὶ φιλαρχαίου καὶ μὴ τὸ <milestone unit="1069"/>
<lb n="10"/> κομψὸν ἀλλὰ τὸ σεμνὸν ἐπιτηδευούσης ἁρμονίας τοιόσδε
ὁ χαρακτήρ· ὀνόμασι χρῆσθαι φιλεῖ μεγάλοις καὶ
μακροσυλλάβοις<gap reason="omitted"/> καὶ ταῖς ἕδραις αὐτῶν εἶναι πλουσίως
πάνυ βεβηκυίαις, χρόνων τε ἀξιολόγων ἐμπεριλήψει
διορίζεσθαι θάτερα ἀπὸ τῶν ἑτέρων. τοῦτο τὸ σχῆμα
<lb n="15"/> <del>ἀπὸ</del> τῆς ἁρμονίας ποιοῦσιν αἱ τῶν φωνηέντων γραμμάτων
παραθέσεις, ὅταν ἥ τε προηγουμένη λέξις εἰς
ἓν τούτων λήγῃ καὶ ἡ συνάπτουσα ταύτῃ τὴν ἀρχὴν
ἀπὸ τούτων τινὸς λαμβάνῃ. ἀναγκαῖον γὰρ ἧν χρόνον
τινὰ μέσον ἀμφοῖν ἀξιόλογον ἀπολαμβάνεσθαι. καὶ
<lb n="20"/> μηδεὶς εἴπῃ· ‘τί δὲ τοῦτό ἐστιν, ἢ πῶς ἄν τις γένοιτο
χρόνος, ὃς <gap reason="omitted"/> μεταθῇ ὀνόματα ἀπ’ ἀλλήλων διεστάναι
κατὰ τὰς τῶν φωνηέντων συμβολάς;’ δείκνυται γὰρ
ὑπό τε μουσικῶν καὶ μετρικῶν ὁ διὰ μέσου τῶν
<note type="footnote">1 τʼ P | παρέχομαι BP 5 ποιήτητάς P 6 παραλαμβα-
νόντων BPv 8 lege πανταχῇ 9 ὁ ἁδρὸς mg rubro M
12 μικροσυλλάβοις P | τὰς ἔδρας — βεβηκυίας Sylburgius, tum
ὥστε pro καὶ Usener. an ἀσφαλέσι καὶ pro αὐτῶν εἶναι? |
πλουσίως] πλατέως Sylburgius 13 δὲ BP 15 ἀπὸ om
Sylburgius | αἱ τῶν ἑτέρων αἰ τῶν φωνηέντων B 16 ἥ τε]
εἴ τε BP 17 τούτων] τούτων τινὸς λαμβάνη B | λήγῃ] λήγει
BP | καὶ bis P 18 ἦν Usener: εἶναι | χρόνων P1
21 fort χρόνος οἷός τε συναφῆ ὀν. ἀπʼ ἀ. διιστάναι Usener an
ὃς αἴτιος εἴη κτλ? 23 μουσικῶ BP
</note>

<pb n="211"/>
φωνηέντων χρόνος ἑτέρων παρεμβολῇ γραμμάτων ἡμιφώνων
<milestone unit="1070"/> ἀναπληροῦσθαι δυνάμενος. | τοῦτο δʼ οὐκ ἂν
ἐγίγνετο μὴ σιωπῆς τινος ἀξιολόγου διειργούσης τὰ
φωνήεντα ἀπʼ ἀλλήλων. πρῶτον μὲν δὴ τοῦτο τῆς
ἁρμονίας ταύτης ἐστὶν ἰδίωμα ὡς ἐπὶ τὸ πολύ. ἕτερον <lb n="5"/>
δὲ τοιοῦτον· ἀνακοπὰς καὶ ἀντιστηριγμοὺς λαμβάνειν
καὶ τραχύτητας ἐν ταῖς συμπλοκαῖς τῶν ὀνομάτων
ἐπιστυφούσας τὴν ἀκοὴν ἡσυχῇ βούλεται. ἐνταῦθα
πάλιν ἡ τῶν ἀφώνων τε καὶ ἡμιφώνων γραμμάτων
δύναμις αἰτία, ὁπότʼ ἂν τὰ λήγοντα τῶν ἡγουμένων <lb n="10"/>
μορίων ἦ γράμματα <gap reason="omitted"/> τοῖς ἡγουμένοις <del>ὡς</del> μηδὲν τῶν
ἐπιφερομένων μήτε συναλείφεσθαι μήτε συγχεῖσθαι
φύσιν ἔχῃ. πολὺ γὰρ δὴ τὸ ἀντίτυπον ἐν ταῖς τούτων
συμβολαῖς γίνεται, ὥσπερ γε καὶ ἐν αὐτοῖς τοῖς
ὀνόμασιν, ὅταν ἐκ τῶν τραχυνόντων τὴν φωνὴν γραμμάτων <lb n="15"/>
αἱ καλούμεναι συλλαβαὶ συντεθῶσι. πολλῆς δέ
<milestone unit="1071"/> τινος ἐνταῦθα δεῖ τῆς τεχνήσεως, ἵνα μὴ κακόφωνοι
μηδὲ ἀηδεῖς μηδὲ ἄλλην τινὰ ὄχλησιν ἐπενεγκάμεναι
ταῖς ἀκοαῖς λάθωσιν αἱ τοιαῦται συζυγίαι, ἀλλʼ ἐπανθῇ
τις αὐταῖς χνοῦς ἀρχαιοπινὴς καὶ χάρις ἀβίαστος. ἀρκεῖ <lb n="20"/>
γάρ, ὡς ἐν εἰδόσι λέγοντας, ὅτι φύσιν ἔχει μηδὲν τῶν
σπουδαίων ῥημάτων ἄμοιρον ὥρας εἶναι καὶ χάριτος
ἰδίας, τοσοῦτον μόνον εἰπεῖν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>