<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:33-34</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:33-34</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="33"><p>33 ἡ πρόθεσις ἦν μοι καὶ τὸ ἐπάγγελμα τοῦ λόγου,
<lb n="10"/> κρατίστη λέξει καὶ πρὸς ἅπασαν ἀνθρώπου φύσιν
ἡρμοσμένη μετριώτατα Δημοσθένη κεχρημένον ἐπιδεῖξαι,
καὶ τοῦτό γε συνάγειν ἐπειρώμην οὐκ ἐξ αὐτῆς
ἐκείνης μόνης τὰς πίστεις διδούς (ᾔδειν γὰρ ὅτι οὐδὲν
αὔταρκές ἐστιν ἐφʼ ἑαυτοῦ θεωρούμενον, οἷόν ἐστιν,
<lb n="15"/> ὀφθῆναι καὶ καθαρῶς), ἀλλʼ ἀντιπαρατιθεὶς αὐτῇ τὰς
τῶν ἄλλων ῥητόρων τε καὶ φιλοσόφων λέξεις τὰς κράτιστα
δοκούσας ἔχειν καὶ τῇ διʼ ἀλλήλων βασάνῳ φανερὰν
ποιῶν τὴν ἀμείνω. ἵνʼ οὖν τὴν φυσικὴν ὁδὸν ὁ
λόγος μοι λάβη, τοὺς χαρακτῆρας τῶν διαλέκτων τοὺς
<lb n="20"/> ἀξιολογωτάτους κατηριθμησάμην καὶ τοὺς πρωτεύσαντρας
ἐν αὐτοῖς ἄνδρας ἐπῆλθον, ἔπειτα δείξας ἀτελεῖς <milestone unit="1059"/>
<note type="footnote">10—11 cf anonymus W VII 880, 9</note>
<note type="footnote">1 εἴρειται P 2 πρωτεία M 3 λόγον Krüger: χρόνον
4 τὴν add Sadaeus ἐπιλελησμένου M: ἐπιλελησμένον BPv
5 ἀνακεφαῶν mg B 7 τοῦ λεκτρινοῦ τοῦ λεκτικοῦ P 9 καὶ
Mv: κατὰ BP ἐπάγγελημα BP τοῦ λόγου] τοῦτο τοῦ MBP
τοῦτο τῇ Sylburgius v 11 ἡρμοσμένην B 12 ἐπιρώμην P
13 μόνος B ᾔδειν] ᾔειν P 14 εἰλικρινῶς post ἐστιν excidisse
Sylburgius putat 15 ἀντιπαραθεὶς M 16 καὶ τῆ φιλοσοφία
καὶ φιλοσόφων B λέξις P 18 ἵνʼ οὖν Reiskius: ἵνα 19 χα-
ρακτῆρας—ἀξιολογωτάτους om B 20 πρωτεύσαντας Kiessling:
πρώτους ὄντας 21 ἐπεῖλθον P
</note>

<pb n="203"/>
ἅπαντας ἐκείνους καὶ καθʼ ὃ μάλιστα ἀστοχεῖν
ἕκαστον ὑπελάμβανον τοῦ τέλους ἐκλογισάμενος διὰ
βραχέων, ἦλθον ἐπὶ τὸν Δημοσθένη. τοῦτον δὲ ἑνὸς
μὲν οὐδενὸς ἀποφηνάμενος οὔτε χαρακτῆρος οὔτʼ ἀνδρὸς
ζηλωτὴν γενέσθαι, ἐξ ἁπάντων δὲ τὰ κράτιστα ἐκλεξάμενον <lb n="5"/>
κοινὴν καὶ φιλάνθρωπον τὴν ἑρμηνείαν κατεσκευακέναι
καὶ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν
ἄλλων, πίστεις ὑπὲρ τοῦδε παρειχόμην, διελόμενος μὲν
τὴν λέξιν εἰς τρεῖς χαρακτῆρας τοὺς γενικωτάτους τόν
τε ἰσχνὸν καὶ τὸν ὑψηλὸν καὶ τὸν μεταξύ τούτων, <lb n="10"/>
ἀποδεικνύς δʼ αὐτὸν ἐν τοῖς τρισὶ γένεσι κατορθοῦντα
τῶν ἄλλων μάλιστα, λέξεις τινὰς αὐτοῦ λαμβάνων, αἷς
ἀντιπαρεξήταζον ἑτέρας ὁμοειδεῖς λόγου μὲν ἀξίας, οὐ
μὴν ἀνεπιλήπτους γε τελέως οὐδʼ, ὥσπερ ἐκείνη, πάσας
τὰς ἀρετὰς ἐχούσας. καὶ γὰρ ἥ τε Ἰσοκράτους καὶ <lb n="15"/>
Πλάτωνος καίτοι θαυμασιωτάτων ἀνδρῶν μνήμη καὶ
<milestone unit="1060"/> σύγκρισις οὐκ ἔξω τοῦ εἰκότος ἐγίγνετό μοι, ἀλλʼ,
ἐπεὶ τοῦ μέσου καὶ κρατίστου χαρακτῆρος οὗτοι ζηλωταὶ
γενόμενοι μεγίστης δόξης ἔτυχον, ἵνα δείξαιμι,
κἂν εἰ τῶν ἄλλων ἀμείνους εἰσί, Δημοσθένει γε οὐκ <lb n="20"/>
ἀξίους ὄντας ἁμιλλᾶσθαι περὶ τῶν ἀριστείων.</p></div><div type="textpart" subtype="chapter" n="34"><p>ὀλίγα τούτοις ἔτι προσθεὶς περὶ τῆς λέξεως, ἐπὶ τὸ
καταλειπόμενον τῆς <gap reason="omitted"/> θεωρίας μέρος μεταβήσομαι,
ταῦτα δὲ ἕστιν, ἃ τοῖς τρισὶ πλάσμασιν <lb n="34"/>
<note type="footnote">1 ἀστοχεῖν ἕκαστον Vliet: ἀδέκαστον 3 τοῦτο B 5 γε-
ναίσθαι P 6 ἑρμηνίαν B | κατασκευακέναι B 7 καὶ κατὰ]
κατὰ BP 8 πίστοις P | τοῦτοδε P 12 λέξις P 14 πάσας
τάς] πάσας M 16 καίτοι Kiessling: καὶ τῶν 17 εἰκότως B |
ἐγίγνεταί μοι B 19 γενόμενοι B: γινόμενοι MP 20 δη-
μοσθένη P 21 ἀξίοις B | ἀρίστων B initio | post ἀριστείων
grauius, ante ταῦτα v 24 lenius interpunxi 23 lac X fere
litt M προκειμένης suppl Usener 24 δὲ M: δ᾿ BPv |
πλάγμασιν B</note>

<pb n="204"/>
ὁμοίως παρέπεται καὶ ἔστι παντὸς λόγου Δημοσθενικοῦ
μηνύματα χαρακτηριστικὰ καὶ ἀνυφαίρετα. ὑπομνήσω
δὲ πρῶτον μέν, ἃ τοῖς ἄλλοις πλάσμασιν ἔφην <gap reason="omitted"/>
<gap reason="omitted"/> ἰδίας ἀρετὰς συμβεβηκέναι τοῖς Δημοσθένους <del>ἢ
<lb n="5"/> Λυσίου</del>, ἵνʼ εὐσύνοπτος μᾶλλον γένηταί μοι ὁ λόγος.
δοκεῖ δή μοι τῶν μὲν ὑψηλῇ καὶ περιττῇ καὶ ἐξηλλαγμένη
λέξει κεχρημένων κατὰ τὸ σαφέστερον καὶ
κοινότερον τῇ ἑρμηνείᾳ κεχρῆσθαι προὔχειν ὁ Δημοσθένης.
τού|των γὰρ ἐν πάση κατασκευῇ στοχάζεται <milestone unit="1061"/>
<lb n="10"/> μέγεθος ἐχούσῃ καὶ ταύταις κέχρηται χαρακτηρικωτάταις
ἀρεταῖς ἐπὶ τῆς ὑψηλῆς καὶ ξενοπρεποῦς ὀνομασίας
ὥς γε μάλιστα. τῶν δὲ τὴν λιτὴν καὶ ἰσχνὴν
καὶ ἀπέριττον ἐπιτηδευόντων φράσιν τῷ τόνῳ τῆς
λέξεως ἐδόκει μοι διαλλάττειν καὶ τῷ βάρει καὶ τῇ
<lb n="15"/> στριφνότητι καὶ τῷ πικραίνειν ὡς ἐπὶ τὸ πολύ· ταῦτα
γάρ ἐστιν ἐκείνου χαρακτηρικὰ τοῦ πλάσμτυς παρʼ
αὐτῷ καὶ τὰ παραπλήσια τούτοις. τῶν δὲ τὴν μέσην
διάλεκτον ἠσκηκότων, ἣν δὴ κρατίστην ἀποφαίνομαι,
κατὰ ταυτὶ διαφέρειν αὐτὸν ὑπελάμβανον· κατὰ τὴν
<lb n="20"/> ποικιλίαν, κατὰ τὴν συμμετρίαν, κατὰ τὴν εὐκαιρίαν,
ἔτι πρὸς τούτοις κατὰ τὸ παθητικόν τε καὶ ἐναγώνιον
<note type="footnote">1 ὁμοίως παρέπεται καὶ ἐπὶ παντὸς λόγου M B: ἔφην ἰδίας
ἀρετὰς συμβεβηκέναι τοῖς Pv | δημοσθενικοῦ BP: δὴ δημοσθενι-
κοῦ M 2 lege χαρακτηρικὰ ἀναφαίρετα M1 ἀνυφέρετα BP sed
ἀνυφαίρετα mg B 3 lacunam indicaui 4 ἤρειν P |τ[οοῖς]
cum ras M Δημοσθένους om B ἢ Λυσίου seclusit Reiskius</note>
<note type="footnote">5 ἵν εῦνεὐ σύνοπτοἱ B | ἐν τῶ ἀνδρῶ (l ἁδρῷ) mg B
6 ἐξηλαγμένῃ B 10 χαρακτηρικωτάτους B χαρακτηριστικωτά-
ταις V 11 ἀρετὰς B | ὑψιλῆς P 12 ἰσχὴν B 13 ἀπέριπ-
τον B | in mg rubro ἐν τῶ ἰσχνῶ B 14 διαλάττειν B | βάρει]
βάρυ P βαρβάρει B 15 στρυφνότητι v | τὸ] τῶ BP
16 χαρακτηριστικὰ v | πλάσματα P 18 ἐσκηκότων B ἠσκητων
corr in ἠσκηκότων P ἐν τῶ μέσω B in mg rubro 19 ταυτὶ]
ταύτην MBP ταῦτα Sylburgius 21 τε] τι B
</note>

<pb n="205"/>
καὶ δραστήριον καὶ τελευταῖον τὸ πρέπον, ὅ τῶν ἄστρων
ψαύει παρὰ Δημοσθένει. ταῦτα μὲν οὖν χωρὶς ἑκάστῳ
τῶν τριῶν πλασμάτων παρακολουθεῖν ἔφην καὶ ἐκ
τούτων ἠξίουν εὴν Δημοσθένους δύναμιν <gap reason="omitted"/>
πεφυκότα??μὲν καὶ τοῖς ἄλλοις παρακολουθεῖν πλάσμασι, <lb n="5"/>
κρατίστην δὲ ὄψιν ἔχοντα καὶ ἐκπρεπεστάτην ἐν
<lb n="1062"/> τούτοις τοῖς χωρίοις. εἰ δέ τις ἀξιώσει συκοφαντεῖν
τὴν διαίρεσιν, ἐπειδὴ τὰς κοινῇ παρακολουθούσας πᾶσι
τοῖς πλάσμασιν ἀρετὰς τρίχα διανείμασα τὸ ἴδιον ἑκάσταις
ἀποδίδωσιν, ἐκεῖνα ἂν εἴποιμι πρὸς αὐτόν, ὅτι <lb n="10"/>
καθʼ ὅ μάλιστα χωρίον ἑκάστη τῶν ἀρετῶν ὄψιν τε
ἡδίστην ἔχει καὶ χρῆσιν ὠφελιμωτάτην, κατὰ τοῦτο
τάττειν αὐτὴν ἀξιῶ, ἐπεὶ καὶ τῆς σαφηνείας καὶ τῆς
συντομίας καὶ τοῦ πιθανοῦ χωρίον ἀποφαίνουσιν οἱ
τεχνογράφοι τὴν διήγησιν <add cause="omitted">οὐχ</add> ὡς οὐκ ἀλλαχοῦ οὐδαμοῦ <lb n="15"/>
 δέον ἐξετάζεσθαι τὰς ἀρετὰς ταύτας (πάνυ γὰρ
ἄτοπον), ἀλλʼ ὡς ἐν τῇ διηγήσει δέον μάλιστα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>