<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:21-22</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:21-22</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="21"><p>21 εἰσαγέσθω δὴ μετὰ τοῦτον ὁ Δημοσθένης, καὶ λαμβανέσθω
κἀκείνου λέξις ἐκ μιᾶς τῶν κατὰ Φιλίππου
δημηγορίας, δι᾿ ἧς καὶ αὐτὸς συγκρίνει τὰ καθʼ ἑαυτὸν
ἔργα τοῖς ἐπὶ τῶν προγόνων καὶ τοὺς νέους δημαγωγοὺς
<lb n="10"/> τοῖς παλαιοῖς, οὐ καθʼ ἓν ἔργον ἕκαστον ἀρχαῖον
ἔργῳ καινῷ παρατιθεὶς οὐδὲ πάντα μικρολογῶν
συγκρίσει, ἀλλὰ ὅλη <add cause="omitted">τῇ θέσει</add> ποιούμενος ὅλην τὴν
ἀντίθεσιν διεξοδικὴν οὕτως· ‘Καίτοι σκέψασθε, ὦ ἄνδρες
Ἀθηναῖοι, ἅ τις ἂν κεφάλαια εἰπεῖν ἔχοι τῶν τε
<lb n="15"/> ἐπὶ τῶν προγόνων ἔργων καὶ τῶν ἐφʼ ὑμῶν. ἔσται
δὲ βραχὺς καὶ γνώριμος ὑμῖν ὁ λόγος. οὐ γὰρ ἀλλοτρίοις
χρωμένοις ὑμῖν παραδείγμασιν ἀλλʼ | οἰκείοις, <milestone unit="1016"/>
ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γίγνεσθαι. ἐκεῖνοι
τοίνυν, οἷς οὐκ ἐχαρίζοντο οἱ λέγοντες, οὐδʼ ἐφίλουν
<lb n="20"/> αὐτούς, ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ
τετταράκοντα ἔτη τῶν Ἑλληνων ἦρξαν ἑκόντων· πλείω
δʼ ἢ μύρια τάλαντα εἰς τὴν ἀκρόπολιν συνήγαγον·
<note type="footnote">13 Demosthenes Olynth. III 23—32</note>
<note type="footnote">1 κεκύκλωκε·] κύκλω· καὶ MBPv 2 πέφυκεν P | κόπον
Reiskius: σκοπὸν 3 ἔχ[ει] cum ras M | τοιαῦτα M, 3 mg:
πολλὰ B in textu, P 4 ἐλλειμμάτων MB Reiskius: μμάτων P
ἐμμάτων v 6 δὴ— λαμβανέσθω perperam iterata in B punctis
delentur 8 δηʼ ἧς P 11 ἀρχαῖ[ον ἔρ]γῳ cum ras M | καινῷ]
νῷ postea add M 12 τῇ θέσει Reiskius inseruit 15 ἔργων
om P | ἡμῶν v 16 καὶ om BP 17 χρομένοις BP ὑμῖν χρω-
μένοις D | ἀλλʼ — εὐδαίμοσιν add B2 18 ὦ Ἀθηναῖοι in litura
B | γίγναισθαι P γενέσθαι D 19 οἱ] σι P 22 ἢ] εἰ P
</note>

<pb n="173"/>
ὑπήκουε δὲ ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς,
ὥσπερ ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι· πολλὰ
δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια
αὐτοὶ στρατευόμενοι· μόνοι δʼ ἀνθρώπων κρείττω
τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον. <lb n="5"/>
ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι, ἐν δὲ τοῖς
κατὰ τὴν πόλιν αὐτὴν θεάσασθε ὁποῖοι ἔν <add cause="omitted">τε</add> τοῖς
κοινοῖς καὶ ἐν τοῖς ἰδίοις. δημόσια μὲν τοίνυν οἰκοδομήματα
καὶ κάλλη τοσαῦτα καὶ τοιαῦτα κατεσκεύασαν
<milestone unit="1017"/> ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε <lb n="10"/>
μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λειφθῆναι. ἰδίᾳ
δὲ οὕτω σώφρονες ἦσαν καὶ σφόδρα ἐν τῷ τῆς πολιτείας
ἤθει μένοντες, ὥστε τὴν Ἀριστείδου καὶ Μιλτιάδου
καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄῤ οἶδεν
ὑμῶν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν <lb n="15"/>
σεμνοτέραν οὖσαν. οὐ γὰρ εἰς περιουσίαν αὐτοῖς
ἐπράττετο τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν ἕκαστος
αὔξειν ᾤετο δεῖν. ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς,
τὰ δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δʼ ἐν αὑτοῖς ἴσως
διοικεῖν μεγάλην εἰκότως ἐκέκτηντο εὐδαιμονίαν. τότε <lb n="20"/>
μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματα ἐκείνοις
χρωμένοις, οἷς εἶπον, προστάταις. νυνὶ δὲ πῶς ἡμῖν
ὑπὸ τῶν χρηστῶν τῶν νῦν τὰ πράγματα ἔχει; ἆρά γε
ὁμοίως καὶ παραπλησίως; καὶ τὰ μὲν ἄλλα σιωπῶ
<note type="footnote">1 ὁ] οὐ BP 2 προσῆκοι BP 3 πεζοῖ P πεζοὶ v
4 μόνον B 5 ἐπὶ τοῖς ἔργοις δόξαν post κατέλιπον iterat P</note>
<note type="footnote">7 θεάσατε BP | τε om MBP add v ex D 8 δημο-
σίᾳ D 9 τοιαῦτα καὶ τοσαῦτα D 11 λελεῖφθαι D 12 δὲ
om P 13 τὴν Μιλτιάδου D 16 σεμνότερον M1BP | ἐπράτ-
τετο αὐτοῖς D 17 αὔξειν ἕκαστος vD αὔξιν P 19 δὲ om
M v | αὐτοῖς MBPv 21 ἐκείνοις — 23 πράγματα om P
22 ὑμῖν v 23 τῶν νῦν M: τούτων B | εἴχει P 24 καὶ τὰ
μὲν M²: τὰ μὲν M1BPv οἷς τὰ μὲν D
</note>

<pb n="174"/>
πολλὰ ἔχων εἰπεῖν· ἀλλʼ ὅσης πάντες ὁρᾶτε ἐρημίας
ἐπειλημμένοι καὶ Λακεδαιμονίων μὲν ἀπολωλότων,
Θη|βαίων δʼ ἀσχόλων ὄντων, τῶν δʼ ἄλλων οὐδενὸς <milestone unit="1018"/>
ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ὑμῖν ἀντᾶραι, ἐξὸν
<lb n="5"/> ἡμῖν καὶ τὰ ἡμέτερα αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν
ἄλλων δίκαια βραβεύειν, ἀπεστερήμεθα μὲν χώρας
οἰκείας, πλείω δʼ ἢ χίλια καὶ πεντακόσια τάλαντα
ἀνηλώκαμεν εἰς οὐδὲν δέον, οὓς δὲ ἐν τῷ πολέμῳ
συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης ἀπολωλέκασιν
<lb n="10"/> οὗτοι, ἐχθρὸν δʼ ἐφʼ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν.
ἢ φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν
ἰσχυρὸς γέγονεν ἢ παῤ ἡμῶν αὐτῶν ὁ Φίλιππος; ἀλλʼ
ὦ τᾶν εἰ ταῦτα φαύλως, τά γε ἐν αὐτῇ τῇ πόλει νῦν
ἄμεινον ἔχει. καὶ τί ἂν εἰπεῖν τις ἔχοι τὰς ἐπάλξεις,
<lb n="15"/> ἃς κονιῶμεν, καὶ τὰς ὁδούς, ἃς ἐπισκευάζομεν, καὶ
κρήνας καὶ λήρους; ἀποβλέψατε δὴ πρὸς τοὺς ταῦτα
πολιτευομένους, ὧν οἳ μὲν ἐκ πτωχῶν πλούσιοι γεγόνασιν,
οἳ δʼ ἐξ ἀδόξων ἔντιμοι, ἔνιοι δὲ τὰς ἰδίας <milestone unit="1019"/>
οἰκίας τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας εἰσὶ
<lb n="20"/> κατεσκευασμένοι, ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω γέγονε,
τοσούτῳ τὰ τούτων ηὔξηται. τί δὴ τὸ πάντων αἴτιον
τούτων; καὶ τί δή ποτʼ εἶχεν ἅπαντα καλῶς τότε καὶ
νῦν οὐκ ὀρθῶς; ὅτι τὸ μὲν πρῶτον καὶ στρατεύεσθαι
τολμῶν αὐτὸς ὁ δῆμος δεσπότης τῶν πολιτευομένων
<note type="footnote">1 πόλλʼ ἂν D | ἅπαντες D 4 ἐξὸν δʼ v 6 ἐτηστερή-
μεθα B1 in mg 7 πλέω P 8 δʼ v D 10 ἠσκήκαμεν]
κἀσήσαμεν B σηκαμεν addito κ super σ P 12 γέγονεν]
γέννεν P | ὁ om D 13 ὦ τʼ ἂν M | γά γε BP τά γʼ vD
14 ἂν DM²: δὴ M1 BPv 15 prius ἃς] ὣς B 16 κλήρους Pv</note>
<note type="footnote">17 ὧν] ὡς Pv 19 οἰκομημάτων P 20 κατευασμένοι P |
ἐλάσσω MBPv 21 εὔξηται P 22 ἃ πάντων ἅπαντα B ἅπαντα
εἶχε D</note>

<pb n="175"/>
ἦν καὶ κύριος αὐτὸς ἁπάντων τῶν ἀγαθῶν, καὶ ἀγαπητὸν
ἦν παρὰ τοῦ δήμου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς
καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινος μεταλαβεῖν. νῦν δὲ τοὐναντίον
κύριοι μὲν τῶν ἀγαθῶν οἱ πολιτευόμενοι καὶ
διὰ τούτων ἅπαντα πράττεται, ὑμεῖς δὲ ὁ δῆμος ἐκνενευρισμένοι <lb n="5"/>
καὶ περιῃρημένοι χρήματα, συμμάχους ἐν
ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες,
ἂν μεταδῶσι θεωρικὸν ὑμῖν ἢ βοΐδια πέμψωσιν οὗτοι.
καὶ τὸ πάντων ἀνανδρότατον· τῶν ὑμετέρων αὐτῶν
χάριν προσοφείλετε. οἳ δʼ ἐν αὐτῇ τῇ πόλει καθείρξαντες <lb n="10"/>
<milestone unit="1020"/> ὑμᾶς ἐπάγουσιν ἐπὶ ταῦτα καὶ τιθασεύουσι, χειροήθεις
αὑτοῖς ποιοῦντες. ἔστι δʼ οὐδέποτ᾿, οἶμαι,
μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα
πράττοντας. ὁποῖʼ ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν
ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν. <lb n="15"/>
ταῦτα μὰ τὴν Δήμητρα οὐκ ἂν θαυμάσαιμι εἰ μείζων
εἰπόντι μοι γένοιτο παῤ ὑμῶν βλάβη <add cause="omitted">ἢ</add> τῶν πεποιηκότων
αὐτὰ ἑκάστῳ. οὐδὲ γὰρ παρρησία περὶ πάντων
ἀεὶ παῤ ὑμῖν ἐστιν, ἀλλʼ ἔγωγʼ ὅτι καὶ νῦν γέγονε,
θαυμάζω.᾿ ταύτην τὴν διάλεξιν τίς οὐκ ἂν ὁμολογήσειε <lb n="20"/>
καὶ κατὰ τἆλλα μὲν πάντα διαφέρειν τῆς Ἰσοκράτους;
καὶ γὰρ εὐγενέστερον ἐκείνης καὶ μεγαλοπρεπέστερον
ἡρμήνευκε τὰ πράγματα καὶ <gap reason="omitted"/> περιείληφεν
<note type="footnote">1 καὶ—ἀγαπητὸν ἦν om P 4 οἱ πολιτευόμενοι τῶν ἀγα-
θῶν D 6 χρήμματα P 8 ἐὰν D | θεωρικὸν in θεωρικῶν
mutat M | ὑμεῖν P | βοΐδια] Βοηδρόμια D 9 ἀνδρειότατον D |
ἡμετέρων P 11 τιθασσεύουσι MBPv 12 αὐτοῖς MBPv δὲ
BP 14 πράττοντες BP ἄττα BP ἂν add M² om BP
17 ἐμοὶ D μι P | ἢ add v S Demosthenis 18 ἑκάστῳ] γε-
νέσθαι D 20 διάλεξιν] λέξιν Reiskius 21 κατὰ τἆλλα
Reiskius: κατʼ ἄλλα MBP τἄλλα Sylburgius 22 μεγαλοπρέ-
στερον P 23 ἑρμήνευκε P | lacunam indicaui, deesse uidetur
περιεργοτέροις</note>

<pb n="176"/>
ὀνόμασι συγκεκρότηταί τε καὶ συνέσπασται καὶ περιτετόρνευται
τοῖς νοήμασιν ἄμεινον ἰσχύϊ τε πλείονι
κέχρηται καὶ τόνοις ἐμ|βριθεστέροις καὶ πέφευγε τὰ <milestone unit="1021"/>
ψυχρὰ καὶ μειρακιώδη σχήματα, οἷς ἐκείνη καλλωπίζεται
<lb n="5"/> πέρα τοῦ μετρίου· μάλιστα δὲ κατὰ τὸ δραστήριον
καὶ ἐναγώνιον καὶ ἐμπαθὲς ὅλῳ καὶ τῷ παντὶ
κρεῖττον ἔχει ἐκείνης. ἐγὼ γοῦν, ὃ πρὸς ἀμφοτέρας
πάσχω τὰς λέξεις, ἐρῶ· οἴομαι δὲ κοινόν τι πάθος
ἀπάντων ἐρεῖν καὶ οὐκ ἐμὸν ἴδιον μόνου.</p></div><div type="textpart" subtype="chapter" n="22"><p>22 ὅταν μέν τινα τῶν Ἰσοκράτους ἀναγινώσκω λόγων,
<lb n="11"/> εἴτε τῶν πρὸς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας γεγραμμένων
ἢ τῶν <gap reason="omitted"/> ἐν ἤθει σπουδαῖος γίνομαι καὶ πολὺ
τὸ εὐσταθὲς ἔχω τῆς γνώμης, ὥσπερ οἱ τῶν σπονδείων
αὐλημάτων ἢ τῶν Δωρίων τε κἀναρμονίων μελῶν
<lb n="15"/> ἀκροώμενοι. ὅταν δὲ <add cause="omitted">τῶν</add> Δημοσθένους τινὰ λάβω
λόγων, ἐνθουσιῶ τε καὶ δεῦρο κἀκεῖσε ἄγομαι, <milestone unit="1022"/>
πάθος ἕτερον ἐξ ἑτέρου μεταλαμβάνων, ἀπιστῶν, ἀγωνιῶν,
δεδιώς, καταφρονῶν, μισῶν, ἐλεῶν, εὐνοῶν,
ὀργιζόμενος, φθονῶν, ἅπαντα τὰ πάθη μεταλαμβάνων,
<lb n="20"/> ὅσα κρατεῖν πέφυκεν ἀνθρωπίνης γνώμης· διαφέρειν
τε οὐδὲν ἐμαυτῷ δοκῶ τῶν τὰ μητρῷα καὶ τὰ κορυβαντικὰ
καὶ ὅσα τούτοις παραπλήσιά ἐστι, τελουμένων,
εἴτε ὀσμαῖς ἐκεῖνοί γε <gap reason="omitted"/> εἴτε ἤχοις εἴτε τῶν δαιμό-
νων πνεύματι αὐτῶν κινούμενοι τὰς πολλὰς καὶ ποικίλας
<note type="footnote">1 περιτετόρευται P v 2 ὀνόμασιν Pv 3 κέχρηται M, B mg:
χρῆται P, B in textu | τόνος B 5 πέρα M: πέρα καὶ B παρὰ P</note>
<note type="footnote">8 λέξις BP 9 μόνον Pv 12 hiatum notauit Sylburgius
ἔθει v | σημείωσαι P mg 14 κἀναρμονίων] καὶ ἐναρμονίων M
καὶ ἁρμονίων BPv μερῶν BPv 15 τῶν add Krüger
16 λόγον Sylburgius κἀκεῖσαι P 18 ἐλέων P 20 πέφυκεν
om Pv 23 hiatum indicaui, desideratur εἴτʼ ὄψεσιν | εἴτε
τῶν δαιμόνων bis B | τῶν] τῷ Sadaeus 24 αὐτῶν] αὐτῷ
MBPv</note>

<pb n="177"/>
ἐκεῖνοι λαμβάνουσι φαντασίας. καὶ δή ποτε καὶ
ἐνεθυμήθην, τί ποτε τοὺς τότε ἀνθρώπους ἀκούοντας
αὐτοῦ λέγοντος ταῦτα πάσχειν εἰκὸς ἦν. ὅπου γὰρ
ἡμεῖς οἱ τοσοῦτον ἀπηρτημένοι τοῖς χρόνοις καὶ οὐθὲν
πρὸς τὰ πράγματα πεπονθότες οὕτως ὑπαγόμεθα καὶ <lb n="5"/>
κρατούμεθα καί, ὅποι ποτʼ ἂν ἡμᾶς ὁ λόγος ἄγῃ, πορευόμεθα,
πῶς τότε Ἀθηναῖοί τε καὶ οἱ ἄλλοι Ἕλληνες
<milestone unit="1023"/> ἤγοντο ὑπὸ τοῦ ἀνδρὸς ἐπὶ τῶν ἀληθινῶν | τε
καὶ ἰδίων ἀγώνων, αὐτοῦ λέγοντος ἐκείνου τὰ ἑαυτοῦ
μετὰ τῆς ἀξιώσεως, ἧς εἶχε, τὴν αὐτοπάθειαν καὶ τὸ <lb n="10"/>
παράστημα τῆς ψυχῆς ἀποδεικνυμένου, κοσμοῦντος
ἅπαντα καὶ χρωματίζοντος τῇ πρεπούσῃ ὑποκρίσει, ἧς
δεινότατος ἀσκητὴς ἐγένετο, ὡς ἅπαντές τε ὁμολογοῦσι
καὶ ἐξ αὐτῶν ἰδεῖν ἔστι τῶν λόγων, ὧν ἄρτι προηνεγκάμην,
οὓς οὐκ ἔνι τῷ βουλομένῳ ἐν ἡδονῇ ὡς ἀνάγνωσμα <lb n="15"/>
διελθεῖν, ἀλλʼ αὐτοὶ διδάσκουσι, πῶς αὐτοὺς
ὑποκρίνεσθαι δεῖ, νῦν μὲν εἰρωνευόμενον, νῦν δὲ
ἀγανακτοῦντα, νῦν δὲ νεμεσῶντα, δεδιττόμενόν τε αὖ
καὶ θεραπεύοντα καὶ νουθετοῦντα καὶ παρορμῶντα
καὶ πάνθʼ, ἃ βούλεται ποιεῖν ἡ λέξις, ἀποδεικνύμενον <lb n="20"/>
ἐπὶ τῆς προφορᾶς. εἰ δὴ τὸ διὰ τοσούτων <add cause="omitted">ἐτῶν</add>
ἐγκαταμισγόμενον τοῖς βυβλίοις πνεῦμα τοσαύτην
ἰσχὺν ἔχει καὶ οὕτως ἀγωγόν ἐστι τῶν ἀνθρώπων,
<note type="footnote">1 ἐκεῖνοι uacat 2 τότʼ v M (?) 3 ταῦτα] τὰ τοιαῦτα
Krüger 4 ἡμ[εῖς] M cum ras 5 ὑπαγόμεθα cum lac IX
litt om M 8 ἤγοντο] ἔχοντο B 11 τῆς ψυχροῦ τῆς ψυχῆς B |
ἀποδειγνυμένου BP 12 χρηματίζοντος v 13 ἀσκητὴς] ἀθλη-
τὴς Kiessling 14 προνεγκάμην P 15 ἔνι] ἐν M | ἡδονῆς B |
ἀνάγνωμα Pv 18 νεμεσοῦντα B et corr in νεμεσωντα P | τε αὖ
καὶ M: μὲν δὴ (δὲ ?) τη (τε ?) καὶ αὐ καὶ B αὖ καὶ Pv 20 παν
ἢ B in textu, πάνθʼ ἃ B1 mg 21 ἐτῶν add Cobet 22 ἐγκατα-
μισγόμενον Sylburgius: ἐγκαταμιγόμενον MBP ἐγκαταμιγνύμε-
νον v | βιβλίοις M 23 ἀγωγόν ἐστι τῶν ἀνθρώπων] ἄγον ἐπὶ
τῶν αὐτῶν MBP ἄγων ἐπὶ τῶν αὐτῶν v
</note>

<pb n="178"/>
ἦ που τότε ὑπερφυές τι καὶ δεινὸν χρῆμα ἦν ἐπὶ τῶν
ἐκείνου λόγων.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>