<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:1-2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1:1-2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0081.tlg006.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><p><gap reason="omitted"/>
δικανικοῖς μὲν οὖν οὐ περιέτυχον αὐτοῦ λόγοις, δημηγορικοῖς
δὲ ὀλίγοις καί τισι καὶ τέχναις, τοῖς δὲ <lb n="5"/>
πλείοσιν ἐπιδεικτικοῖς. τῆς δὲ ἰδέας αὐτοῦ τῶν λόγων
τοιοῦτος ὁ χαρακτήρ, ἐγκωμιάζει δὲ τοὺς ἐν πολέμοις
ἀριστεύσαντας Ἀθηναίων· γὰρ ἀπῆν τοῖς ἀνδράσι
τούτοις, ὧν δεῖ ἀνδράσι προσεῖναι; τί δὲ προσῆν, ὧν
δεῖ ἀπεῖναι; εἰπεῖν δυναίμην, ἃ βούλομαι, βουλοίμην <lb n="10"/>
δέ, ἃ δεῖ, λαθὼν μὲν τὴν θείαν νέμεσιν, φυγὼν δὲ
τὸν ἀνθρώπινον φθόνον. οὗτοι γὰρ ἐκέκτηντο ἔνθεον
μὲν τὴν ἀρετήν, ἀνθρώπινον δὲ τὸ θνητόν, <add cause="omitted">πολλὰ μὲν
δὴ τὸ παρὸν ἐπιεικὲς τοῦ αὐθάδους δικαίου προκρίνοντες,
πολλὰ δὲ νόμου ἀκριβείας λόγων ὀρθότητα</add>, <lb n="15"/>
τοῦτον νομίζοντες θειότατον καὶ κοινότατον νόμων τὸ
δέον ἐν τῷ δέοντι καὶ λέγειν καὶ σιγᾶν καὶ ποιεῖν,
<del status="error">καὶ</del> δισσὰ ἀσκήσαντες μάλιστα ὧν δεῖ, γνώμην <add cause="omitted">καὶ
ῥώμην</add>, τὴν μὲν βουλεύοντες τὴν δʼ <del status="error">ἀποτελοῦντες,</del>
<note type="footnote">1 totius libelli argumentum breuissime comprehendit ano-
nymus W VII 1049 cf VII 93, 6 et 880, 9</note>
<note type="footnote">1 τοῦ Ἁλικαρνασσέως v 2 λεκτικῆς ∠. δεινότητος v
4 Syrianus εἰς τὸ περὶ ἰδεῶν Ἑρμογένους β΄ ὑπόμνημα p 90, 12 R:
Διονύσιος ὁ πρεσβύτερος ἐν τῷ δευτέρῳ περὶ χαρακτήρων περὶ
Γοργίου λέγων τάδε φησί· ‘δικανικοῖς μὲν οὖν’ κτλ cf W V 548
8—551, 4 7 τοιούτου Syriani S 9 δὲ S] δαὶ Syriani V
προσῆν διαπεῖναι S 11 λαθεῖν omisso μὲν S 12 ἀνθρω-
πίνων S 13 uncinis saepta hic et infra om Sy, exhibet W</note>
<note type="footnote">16 νόμων ex νόμον V 18 καὶ ῥώμην add Fossius</note>

<pb n="128"/>
θεράποντες μὲν τῶν ἀδίκως δυστυχούντων, κολασταὶ
δὲ τῶν ἀδίκως εὐτυχούντων, <add cause="omitted">αὐθάδεις πρὸς τὸ
συμφέρον</add>, εὐόργητοι πρὸς τὸ πρέπον, τῷ φρονίμῳ
τῆς γνώμης παύοντες τὸ ἄφρον, ὑβρισταὶ εἰς τοὺς
<lb n="5"/> ὑβρίζοντας, κόσμιοι εἰς τοὺς κοσμίους, ἄφοβοι εἰς
τοὺς ἀφόβους, δεινοὶ ἐν τοῖς δεινοῖς. μαρτύρια δὲ
τούτων τρόπαια ἐστήσαντο τῶν πολεμίων Διὸς μὲν
ἀγάλματα τούτων δὲ ἀναθήματα, οὐκ ἄπειροι οὔτε
ἐμφύτου Ἄρεως οὔτε νομίμων ἐρώτων οὔτε ἐνοπλίου
<lb n="10"/> ἔριδος οὔτε φιλοκάλου εἰρήνης, σεμνοὶ μὲν πρὸς τοὺς
θεοὺς τῷ δικαίῳ, ὅσιοι δὲ πρὸς τοὺς τοκέας τῇ θεραπείᾳ,
δίκαιοι δὲ πρὸς τοὺς ἀστοὺς τῷ ἴσῳ, εὐσεβεῖς
δὲ πρὸς τοὺς φίλους τῇ πίστει. τοιγαροῦν αὐτῶν
ἀποθανόντων ὁ πόθος οὐ συναπέθανεν, ἀλλʼ ἀθάνατος
<lb n="15"/> ἐν οὐκ ἀθανάτοις σώμασι ζῇ οὐ ζώντων.ʼ <gap reason="omitted"/>
<gap reason="omitted"/>
<add cause="omitted">‘ἐστασίαζέ τε οὖν τὰ τῶν πόλε</add> ων, καὶ τὰ ἀφυστερίζοντά
που πύστει τῶν προγενομένων πολὺ ἐπέφερε
τὴν ὑπερβολὴν ἐς τὸ καινοῦσθαι τὰς διανοίας τῶν τʼ
<lb n="20"/> ἐπιχειρήσεων περιτεχνήσει καὶ <del>τῇ</del> τῶν τιμωριῶν ἀτοπίᾳ.
καὶ τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα
<note type="footnote"> Thucydides III 82, 3 sqq</note>
<note type="footnote">4 τὸν ἀφρόν S 5 κόσμηοι V 7 δὲ post τρόπαια add V</note>
<note type="footnote">9 νομίμων S: νόμων V 10 φιλοκάλου ex φιλοκαλίου S
12 δὲ om S | ἀστοὺς S: αὐτοὺς V 14 οὐ om V | ἀλλὰ θάνα-
τος V ἀλλὰ ἀθ. S 15 οὐκ ἐν V 17 hinc incipiunt MBP |
Θουκυδίδου ἔκφρασις τῆς στάσεος τῶν Κερκυραίων superscribit
P | supplementa Sylburgius dedit καὶ τὰ ἀφυστερίζοντα in-
cipit P | 18 πύστα B πείστει P πύστει Θ (i e Thucydides) sed
ἐπὶ πύστει ∠ (Dionysius) p 886 (i e ἐπιπύστει) τῶν προγεγρ τῶν
προγενομένων P τῶν προγεγενημένων ∠ ibidem 19 τοῦ και-
νοῦσθαι Θ∠ p 886 20 ἐπιτεχνήσει ∠ p 887 | τῇ om B? ∠ p 886,
887 seclusit Sylburgius 21 τῶν ὀνομάτων ἀξίωσιν ∠ p 887
</note>

<pb n="129"/>
<milestone unit="954"/> ἀν τήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος
ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς
δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα.
καὶ τὸ πρὸς ἅπαν ξυνετὸν ἐπίπαν ἀργόν, τὸ δʼ ἐμπλήκτως
ὀξὺ ἀνδρὸς μοίρᾳ προσετέθη, ἀσφάλεια δὲ τὸ <lb n="5"/>
ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος. καὶ ὁ
μὲν χαλεπαίνων πιστὸς ἀεί, ὁ δὲ ἀντιλέγων αὐτῷ
ὕποπτος. ἐπιβουλεύσας δέ τις τυχών <del>τε</del> ξυνετὸς καὶ
ὑπονοήσας ἔτι δεινότερος. προβουλεύσας δέ, ὅπως
μηδὲν αὐτῷ δεήσει, τῆς τε ἑταιρίας διαλυτὴς καὶ τοὺς <lb n="10"/>
ἐναντίους ἐκπεπληγμένος. ἁπλῶς δὲ ὁ φθάσας τὸν
μέλλοντα κακόν τι δρᾶν ἐπηνεῖτο καὶ ὁ ἐπικελεύσας
τὸν μὴ διανοούμενον. καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ
ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο, διὰ τὸ ἑτοιμότερον
 <milestone unit="955"/> εἶναι ἀπροφα σίστως τολμᾶν. οὐ γὰρ μετὰ τῶν κειμένων <lb n="15"/>
νόμων ὠφελείας αἱ τοιαῦται ξύνοδοι, ἀλλὰ παρὰ
τοὺς καθεστῶτας πλεονεξίᾳ. καὶ τὰς ἐς σφᾶς αὐτοὺς
πίστεις οὐ τῷ θείῳ καὶ νομίμῳ μᾶλλον ἐκρατύνοντο
ἢ τῷ κοινῇ τι παρανομῆσαι· τά τε ἀπὸ τῶν ἐναντίων
καλῶς λεγόμενα ἐνεδέχοντο ἔργων φυλακῇ, εἰ προὔχοιενι, <lb n="20"/>
καὶ οὐ γενναιότητι. ἀντιτιμωρήσασθαί τέ τινα περὶ
πλείονος ἦν ἢ αὐτὸν μὴ προπαθεῖν. καὶ ὅρκοι εἴ που
ἄρα γένοιντο ξυναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον
ἑκατέρῳ διδόμενοι ἴσχυον οὐκ ἐχόντων ἄλλοθεν δύναμιν.ʼ
<note type="footnote">1 ἀντίλλαξαν P 2 φιλαίταιρος corr in φιλέταιρος P | ἐννο-
μίσθη P 3 πρόσχημα τοῦ ἀνάνδρου ∠ p 808 4 τὸ εἰς ἅπαν ξυνε-
τὸν ibidem ∠ 5 ἀσφαλείας Θ libri partim 9 δεικονότερος P
10 αὐτῶν Θ | τε om ∠ p 889 | διαλύτης P 11 ἐκπεπληγμένους B</note>
<note type="footnote">13 ξυνεγγενὲς P corr in ξυγγενὲς 15 ἀπροφασείστως P
16 ὠφελίας Θ 17 εἰς MP 18 τῷ θείω νόμῳ Θ | ἐκρατίνοντο P</note>
<note type="footnote">20 εἰ προὔχοιεν M: εἰπα οὕχοιεν B εἰ πως οὕχοιεν P
21 ἀντιμωρήσασθαί P 22 ἧν] ἧ P ἢ om PB 24 uerba
ἑκατέρῳ—ἄλλοθεν om P | ἀλλοθεν B</note>

<pb n="130"/>
ἡ μὲν οὖν ἐξηλλαγμένη καὶ περιττὴ καὶ
ἐγκατάσκευος καὶ τοῖς ἐπιθέτοις κόσμοις ἅπασι συμπεπληρωμένη
λέξις, ἧς ὅρος καὶ κανὼν ὁ Θουκυδίδης,
ὃν οὐθεὶς οὔθʼ ὑπερεβάλετο τῶν ἐπιγινομένων οὔτε
<lb n="5"/> <add cause="omitted">εἰς ἄκρον</add> ἐμιμήσατο, τοιαύτη τις ἦν. |</p></div><div type="textpart" subtype="chapter" n="2"><p>2 ἡ δὲ ἑτέρα λέξις ἡ λιτὴ καὶ ἀφελὴς καὶ δοκοῦσα <milestone unit="956"/>
κατασκευήν τε καὶ ἰσχὺν τὴν πρὸς ἰδιώτην ἔχειν
λόγον καὶ ὁμοιότητα πολλοὺς μὲν ἔσχε καὶ ἀγαθοὺς
ἄνδρας προστάτας συγγραφεῖς τε καὶ φιλοσόφους καὶ
<lb n="10"/> ῥήτορας. καὶ γὰρ οἱ τὰς γενεαλογίας ἐξενέγκαντες καὶ
οἱ τὰς τοπικὰς ἱστορίας πραγματευσάμενοι καὶ οἱ τὰ
φυσικὰ φιλοσοφήσαντες καὶ οἱ τῶν ἠθικῶν διαλόγων
ποιηταί, ὧν ἦν τὸ Σωκρατικὸν διδασκαλεῖον πᾶν ἔξω
Πλάτωνος, καὶ οἱ τοὺς δημηγορικοὺς ἢ δικανικοὺς
<lb n="15"/> συνταττόμενοι λόγους ὀλίγου δεῖν πάντες ταύτης ἐγένοντο
τῆς προαιρέσεως. ἐτελείωσε δʼ αὐτὴν καὶ εἰς
ἄκρον ἤγαγε τῆς ἰδίας ἀρετῆς Λυσίας ὁ Κεφάλου, κατὰ
τοὺς αὐτοὺς χρόνους ἰοργίᾳ τε καὶ Θουκυδίδῃ γενόμενος.
τίς δὲ ἦν ἡ προαίρεσις αὐτοῦ καὶ τίς ἡ δύναμις,
<lb n="20"/> ἐν τῇ πρὸ ταύτης δεδήλωται γραφῇ καὶ οὐδὲν δεῖ νῦν
πάλιν ὑπὲρ τῶν αὐτῶν λέγειν. ἀρκέσει δὲ τοσοῦτο <milestone unit="957"/>
μόνον εἰπεῖν, ὅτι τὴν διαπασῶν ἁρμονίαν οὗτοι πρὸς
ἀλλήλους οἱ ἄνδρες ἡρμόσαντο, τὰς ἀκρότητας ἀμφοτέρας
τῆς λέξεως, αἳ πλεῖστον ἀλλήλων ἀπέχουσι, δαιμονίᾳ
<lb n="25"/> σπουδῇ προελόμενοί τε καὶ τελειώσαντες. καὶ
<note type="footnote">2 ηεγκατάσκευος B ει ἐγκατάσκευος P | ἅπας B 4 οὔτʼ
B (?) 5 εἰς ἄκρον Kiessling add | ἐτιμήσατο BP 6 ἡ δʼ
ἕτερα P ἡ δʼ ἑτέρα B ἡ δευτέρα Sylburgius 7 iunge ἰδιώτην
λόγον 9 προστάτας in ras M πρὸς τὰς B | συγγραφεῖς
τε in ras M 12 οἱ] ἣ in mg rubro οἱ B 13 διδασλεῖον P</note>
<note type="footnote">14 ἢ δικανοὺς ἢ δικανικοὺς P 16 fort προαιρέσεως
ζηλωταί 17 Λυσίας] λύρας P λήρας in mg rubro λυρ B</note>
<note type="footnote">23 οἱ ἡρμόσαντο P</note>

<pb n="131"/>
ὅνπερ ἡ νήτη πρὸς ὑπάτην ἐν μουσικῇ λόγον ἔχει,
τοῦτον ἡ Λυσίου λέξις ἐν πολιτικῇ διαλέκτῳ πρὸς τὴν
Θουκυδίδου. ἣ μὲν γὰρ καταπλήξασθαι δύναται τὴν
διάνοιαν, ἣ δὲ ἡδῦναι, καὶ ἣ μὲν συστρέψαι καὶ συντεῖναι
τὸν νοῦν, ἣ δὲ ἀνεῖναι καὶ μαλάξαι, καὶ εἰς <lb n="5"/>
πάθος ἐκείνη προαγαγεῖν, εἰς δὲ ἦθος αὕτη καταστῆσαι.
πλὴν ἀλλὰ καὶ τὸ μὲν βιάσασθαι καὶ προσαναγκάσαι
τι τῆς Θουκυδίδου λέξεως ἴδιον, τὸ δʼ ἀπατῆσαι καὶ
κλέψαι τὰ πράγματα τῆς Λυσίου. καὶ ἡ μὲν νεωτεροποιία
<milestone unit="958"/> καὶ τὸ τολμηρὸν τῆς τοῦ συγγραφέως οἰκεῖον <lb n="10"/>
ἰδέας, ἡ δʼ ἀσφάλεια καὶ τὸ ἀκίνδυνον τῆς τοῦ ῥήτορος.
<gap reason="omitted"/> ὅτι οὐκ ἐν ἐπιτηδεύσει φαίνεται
<gap reason="omitted"/>
ἀνεπιτήδευτον εἶναι θέλει. κατεσκεύασται μὲν οὖν
ἑκατέρα καὶ εἰς ἄκρον γε ἥκει τῆς ἰδίας κατασκευῆς· <lb n="15"/>
ῥέπει δὲ ἣ μὲν ἐπὶ τὸ μᾶλλον ἢ πέφυκεν εἶναι δοκεῖν,
ἣ δὲ ἐπὶ τὸ ἧττον. παραδειγμάτων δὲ καὶ ταύτης τῆς
λέξεως οὐθὲν ἐν τῷ παρόντι οἶμαι δεῖν. δύο μὲν δὴ
χαρακτῆρες οὗτοι λέξεως, τοσοῦτον ἀλλήλων διάφοροι
κατὰ τὰς ἀγωγάς, καὶ ἄνδρες οἱ πρωτεύσαντες ἐν αὐτοῖς, <lb n="20"/>
<note type="footnote"> πρὸς τὴν ὑπάτην exspectat Sylburgius λόγος in λόγον
corr M 2 τοῦτον ex τοσοῦτον M1 τοσοῦτον B | εἰ λυσίου
λέξιν B | ἐν τ πολιτικῇ sic B 5 ἡ δὲ ἡδῦναι ante ἡ δὲ ἀνεῖναι
repetit B 6 δὲ om B 7 πλὴν ἀλλὰ] ἤδη τᾶλλα M ἤδη
τἄλλα BP del Sylburgius τί δεῖ τἄλλα Reiskius | βιάσθαι B</note>
<note type="footnote">8 δὲ BP 10 τὸ om P 11 ἡ δὲ B | ἀφέλεια Sylburgius |
uerba ἰδέας ἡ δʼ ἀσφάλεια in M postea addita sunt | post
ῥήτορος lacuna XVI litt in M, uersus paene totius in B. XVII
litt et uersus totius in P 12 post φαίνεται lacuna XIX fere
litt in M, dimidii uersus in B, totius uersus et XII litt in P.
sententia haec fere esse debuit: ‘In In eo discrepat Lysias a
Thucydide, quod uerba οὐκ ἐν ἐπιτηδεύσει composita uideri,
sed dictionem ἀνεπιτήδευτον εἶναι uoluit.ʼ 14 κατεσκεύασται
M, Bmg: κατεσκευάσθαι P,B in textu 15 ἑκάτερα B 16 εἶναι]
δεινὴ ci Usener 20 προτεύσαντες MBP: corr v | ἐν] ἀν B
</note>

<pb n="132"/>
οὓς διεξῆλθον, δεινοὶ μὲν ἐν τοῖς αὑτῶν ἔργοις ἀμφότεροι,
καθʼ ὃ δὲ ἴσοι ἀλλήλων ἦσαν, ἀτελεῖς.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>