<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.5.5-6.6.3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.5.5-6.6.3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div n="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" subtype="book" n="6"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6" subtype="chapter" n="5"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.5" subtype="section" n="5"><p> καὶ ἐνταῦθα Ἡφαιστίων τε αὐτῷ καὶ Κρατερὸς καὶ Φίλιππος ξὺν τοῖς ἀμφʼ αὐτοὺς ὁμοῦ ἤδη ἦσαν. ὁ δὲ τοὺς μὲν ἐλέφαντας καὶ τὴν Πολυπέρχοντος τάξιν καὶ τοὺς ἱπποτοξότας καὶ Φίλιππον ξὺν τῇ ἀμφʼ αὐτὸν στρατιᾷ διαβιβάσας τὸν Ὑδάσπην ποταμὸν Κρατερῷ ἄγειν προσέταξε· Νέαρχον δὲ ξὺν τῷ ναυτικῷ πέμπει τρισὶν ἡμέραις τὴν στρατιὰν κελεύσας φθάνειν κατὰ τὸν πλοῦν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.5" subtype="section" n="6"><p> τὸν δὲ ἄλλον στρατὸν τριχῇ διένειμε· καὶ Ἡφαιστίωνα μὲν πέντε ἡμέραις προϊέναι ἔταξεν, ὡς εἴ τινες τοὺς ξὺν αὐτῷ τεταγμένους φεύγοντες ἐς τὸ πρόσω κατὰ σπουδὴν ἴοιεν, τοῖς ἀμφὶ Ἡφαιστίωνα ἐμπίπτοντες ἁλίσκωνται· Πτολεμαῖον δὲ τὸν Λάγου δοὺς καὶ τούτῳ τῆς στρατιᾶς μέρος τρισὶν ἡμέραις ὑπολειπόμενον ἕπεσθαι ἐκέλευσεν, ὡς ὅσοι τὸ ἔμπαλιν ὑποστρέφοιεν αὐτὸν φεύγοντες, </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.5" subtype="section" n="7"><p> οὗτοι δὲ ἐς τοὺς ἀμφὶ τὸν Πτολεμαῖον ἐμπίπτοιεν. ἐπὰν δὲ ἀφίκωνται ἐς τὰς ξυμβολὰς τοῦ τε Ἀκεσίνου καὶ τοῦ Ὑδραώτου ποταμοῦ, ἐνταῦθα δὴ τούς τε φθάνοντας ὑπομένειν ἐκέλευσεν, ἔστʼ ἂν ἥκῃ αὐτός, καὶ τοὺς ἀμφὶ Κρατερὸν καὶ Πτολεμαῖον αὐτῷ ξυμβαλεῖν. </p></div></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6" subtype="chapter" n="6"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.6" subtype="section" n="1"><p> αὐτὸς δὲ ἀναλαβὼν τοὺς ὑπασπιστάς τε καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τῶν πεζεταίρων καλουμένων τὴν Πείθωνος τάξιν καὶ τοὺς ἱπποτοξότας τε πάντας καὶ τῶν ἱππέων τῶν ἑταίρων τοὺς ἡμίσεας διὰ γῆς ἀνύδρου ὡς ἐπὶ Μαλλοὺς ἦγεν, ἔθνος Ἰνδικὸν Ἰνδῶν τῶν αὐτονόμων. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.6" subtype="section" n="2"><p> καὶ τῇ μὲν πρώτῃ κατεστρατοπέδευσε πρὸς ὕδατι οὐ πολλῷ, ὃ δὴ ἀπεῖχε τοῦ Ἀκεσίνου ποταμοῦ σταδίους ἐς ἑκατόν· δειπνοποιησάμενος δὲ καὶ ἀναπαύσας τὴν στρατιὰν οὐ πολὺν χρόνον παραγγέλλει ὅ τι τις ἔχοι ἄγγος ἐμπλῆσαι <pb n="p.251"/> ὕδατος. διελθὼν δὲ τῆς τε ἡμέρας τὸ ἔτι ὑπολ<add>ε</add>ιπόμενον καὶ τὴν νύκτα ὅλην ἐς τετρακοσίους μάλιστα σταδίους ἅμα ἡμέρᾳ πρὸς πόλιν ἀφίκετο, ἐς ἣν ξυμπεφεύγεσαν πολλοὶ τῶν Μαλλῶν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.6" subtype="section" n="3"><p> οἱ δὲ οὔποτʼ ἄν οἰηθέντες διὰ τῆς ἀνύδρου ἐλθεῖν ἐπὶ σφᾶς Ἀλέξανδρον ἔξω τε τῆς πόλεως οἱ πολλοὶ καὶ ἄνοπλοι ἦσαν. ἐφʼ ὅτῳ καὶ δῆλος ἐγένετο ταύτην ἀγαγὼν Ἀλέξανδρος, ἣν ὅτι αὐτῷ ἀγαγεῖν χαλεπὸν ἦν, ἐπὶ τῷδε οὐδὲ τοῖς πολεμίοις ὅτι ἄξει πιστὸν ἐφαίνετο. τούτοις μὲν δὴ οὐ προσδοκήσασιν ἐπιπεσὼν τοὺς μὲν πολλοὺς ἀπέκτεινεν αὐτῶν οὐδὲ ἐς ἀλκὴν οἷα δὴ ἀνόπλους τραπέντας· τῶν δὲ ἄλλων εἰς τὴν πόλιν κατειληθέντων κύκλῳ περιστήσας τῷ τείχει τοὺς ἱππέας, ὅτι μήπω ἡ φάλαγξ τῶν πεζῶν ἠκολουθήκει αὐτῷ, ἀντὶ χάρακος ἐχρήσατο τῇ ἵππῳ. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>