<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.12.2-6.13.4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.12.2-6.13.4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div n="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" subtype="book" n="6"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6" subtype="chapter" n="12"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.12" subtype="section" n="2"><p> ʽπολλοῖς γὰρ δὴ ἐν ἴσῳ τὰ τῆς ἀξιώσεως ἐδόκει πρός τε αὐτοῦ Ἀλεξάνδρου καὶ πρὸς Μακεδόνων καθεστηκέναἰ, ὅπως δὲ ἀποσωθήσονται ἐς τὴν οἰκείαν, τοσούτων μὲν ἐθνῶν μαχίμων περιειργόντων σφᾶς ἐν κύκλῳ, τῶν μὲν οὔπω προσκεχωρηκότων, ἃ δὴ ὑπὲρ τῆς ἐλευθερίας εἴκαζον ἀγωνιεῖσθαι καρτερῶς, τῶν δὲ ἀποστησομένων ἀφαιρεθέντος αὐτοῖς τοῦ Ἀλεξάνδρου φόβου, ποταμῶν τε ἐν μέσῳ ἀδιαβάτων τότε δὴ ἐδόκουν εἶναι καὶ πάντα σφίσιν ἄπορα καὶ ἀμήχανα ἐρήμοις Ἀλεξάνδρου ἐφαίνετο. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.12" subtype="section" n="3"><p> ὡς δὲ ἧκέ ποτε λόγος ὅτι ζῇ <pb n="p.261"/> Ἀλέξανδρος, τούτῳ μὲν μόγις ξυνεχώρησαν, εἰ δὲ καὶ βιώσιμός ἐστιν, οὔπω ἐπιστεύετο. ὡς δὲ καὶ γράμματα παρʼ αὐτοῦ ἧκεν ὅτι ὅσον οὔπω κατελεύσεται ἐπὶ τὸ στρατόπεδον, οὐδὲ ταῦτα τοῖς πολλοῖς ὑπὸ τοῦ ἄγαν δέους πιστὰ ἐφαίνετο, ἀλλὰ πλάττεσθαι γὰρ πρὸς τῶν ἀμφʼ αὐτὸν σωματοφυλάκων τε καὶ στρατηγῶν εἰκάζετο. </p></div></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6" subtype="chapter" n="13"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.13" subtype="section" n="1"><p> καὶ ταῦτα ἐννοήσας Ἀλέξανδρος, μή τι νεωτερισθείη ἐν τῇ στρατιᾷ, ὅτε πρῶτον ἠδυνήθη κομίζεται ἐπὶ τοῦ ποταμοῦ τοῦ Ὑδραώτου τὰς ὄχθας· καὶ πλέων κατὰ τὸν ποταμόν ʽἦν γὰρ τὸ στρατόπεδον ἐπὶ ταῖς ξυμβολαῖς τοῦ τε Ὑδραώτου καὶ τοῦ Ἀκεσίνου, ἵνα Ἡφαιστίων τε ἐπὶ τῆς στρατιᾶς ἦν καὶ Νέαρχος τὸ ναυτικὸν αὐτῷ εἶχενʼ, ὡς [δὲ] ἐπέλαζεν ἡ ναῦς ἤδη τῷ στρατοπέδῳ τὸν βασιλέα φέρουσα, κελεύει δὴ ἀφελεῖν τὴν σκηνὴν ἀπὸ τῆς πρύμνης, ὡς καταφανὴς εἶναι πᾶσιν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.13" subtype="section" n="2"><p>οἱ δὲ ἔτι ἠπίστουν, ὡς νεκροῦ δῆθεν κομιζομένου Ἀλεξάνδρου, πρίν γε δὴ προσχούσης τῆς νεὼς τῇ ὄχθῃ ὁ μὲν τὴν χεῖρα ἀνέτεινεν ἐς τὸ πλῆθος· οἱ δὲ ἀνεβόησαν, ἐς τὸν οὐρανὸν ἀνασχόντες τὰς χεῖρας, οἱ δὲ πρὸς αὐτὸν Αλέξανδρον· πολλοῖς δὲ καὶ δάκρυα ἐπὶ τῷ ἀνελπίστῳ προεχύθη ἀκούσια. καὶ οἱ μὲν τῶν ὑπασπιστῶν κλίνην προσέφερον αὐτῷ ἐκκομιζομένῳ ἐκ τῆς νεώς, ὁ δὲ τὸν ἵππον προσαγαγεῖν ἐκέλευσεν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.13" subtype="section" n="3"><p> ὡς δὲ ἐπιβὰς τοῦ ἵππου ὤφθη αὖθις, κρότῳ δὴ πολλῷ ἐπεκτύπησεν ἡ στρατιὰ πᾶσα, ἐπήχησαν δὲ αἵ τε ὄχθαι καὶ αἱ πλησίον αὐτῶν νάπαι. προσάγων δὲ ἤδη τῇ σκηνῇ καταβαίνει ἀπὸ τοῦ ἵππου, ὥστε καὶ βαδίζων ὀφθῆναι. οἱ δὲ ἐπέλαζον ἄλλος ἄλλοθεν, οἱ μὲν χειρῶν, οἱ δὲ γονάτων, οἱ δὲ τῆς ἐσθῆτος αὐτῆς ἁπτόμενοι, οἱ δὲ καὶ ἰδεῖν ἐγγύθεν καί τι καὶ ἐπευφημήσαντες <pb n="p.262"/> ἀπελθεῖν· οἱ δὲ ταινίαις ἔβαλλον, οἱ δὲ ἄνθεσιν, ὅσα ἐν τῷ τότε ἡ Ἰνδῶν γῆ παρεῖχε. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:6.13" subtype="section" n="4"><p> Νέαρχος δὲ λέγει, ὅτι χαλεποὶ αὐτῷ τῶν φίλων <note xml:lang="lat" anchored="true">Nearch. fr. 17</note> ἐγένοντο ὅσοι ἐκάκιζον, ὅτι αὐτὸς πρὸ τῆς στρατιᾶς κινδυνεύοι· οὐ γὰρ στρατηγοῦ ταῦτα, ἀλλὰ στρατιώτου εἶναι. καί μοι δοκεῖ ἄχθεσθαι Ἀλέξανδρος τοῖσδε τοῖς λόγοις, ὅτι ἀληθεῖς τε ὄντας ἐγίγνωσκε καὶ αὑτὸν ὑπαίτιον τῇ ἐπιτιμήσει. καὶ ὅμως ὑπὸ μένους τε τοῦ ἐν ταῖς μάχαις καὶ τοῦ ἔρωτος τῆς δόξης, καθάπερ οἱ ἄλλης τινὸς ἡδονῆς ἐξηττώμενοι, οὐ καρτερὸς ἦν ἀπέχεσθαι τῶν κινδύνων. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>