<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.23.7-5.24.5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.23.7-5.24.5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div n="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" subtype="book" n="5"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5" subtype="chapter" n="23"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.23" subtype="section" n="7"><p> ὁ δὲ Πτολεμαῖον τὸν Λάγου ἐπιτάττει ἐνταῦθα, τῶν τε ὑπασπιστῶν αὐτῷ δοὺς χιλιαρχίας τρεῖς καὶ τοὺς Ἀγριᾶνας ξύμπαντας καὶ μίαν τάξιν τῶν τοξοτῶν, ἀποδείξας τὸ χωρίον, ᾗπερ μάλιστα εἴκαζε βιάσεσθαι τοὺς βαρβάρους· σὺ δὲ ἐπειδὰν αἴσθῃ, ἔφη, βιαζομένους ταύτῃ, αὐτὸς μὲν ξὺν τῇ στρατιᾷ εἴργειν τοὺς βαρβάρους τοῦ πρόσω, τὸν δὲ σαλπιγκτὴν κέλευε σημαίνειν· ὑμεῖς δέ, ἄνδρες ἡγεμόνες, ἐπειδὰν σημανθῇ, ξὺν τοῖς καθʼ αὐτοὺς ἕκαστοι ξυντεταγμένοι ἰέναι ἐπὶ τὸν θόρυβον, ἵνα ἂν ἡ σάλπιγξ παρακαλῇ. ἀποστατήσω δὲ οὐδὲ ἐγὼ τοῦ ἔργου. </p></div></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5" subtype="chapter" n="24"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.24" subtype="section" n="1"><p> ὁ μὲν ταῦτα παρήγγειλεν· Πτολεμαῖος δὲ ἁμάξας τε ἐκ τῶν ἀπολελειμμένων ἐν τῇ πρώτῃ φυγῇ ἁμαξῶν ταύτῃ ξυναγαγὼν ὡς πλείστας κατέστησεν ἐγκαρσίας, ἵνα πολλὰ ἐν νυκτὶ τὰ ἄπορα φαίνηται τοῖς φεύγουσι, καὶ τοῦ χάρακος τοῦ κεκομμένου τε καὶ οὐ καταπηχθέντος συννῆσαι ἄλλῃ καὶ ἄλλῃ ἐκέλευσεν ἐν μέσῳ τῆς τε λίμνης καὶ τοῦ τείχους. καὶ ταῦτʼ αὐτῷ οἱ στρατιῶται ἐν τῇ νυκτὶ ἐξειργάσαντο. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.24" subtype="section" n="2"><p> ἤδη τε ἦν ἀμφὶ τετάρτην φυλακὴν καὶ οἱ βάρβαροι, καθάπερ ἐξηγγέλλετο Ἀλεξάνδρῳ, ἀνοίξαντες τὰς ὡς ἐπὶ τὴν λίμνην πύλας δρόμῳ ἐπʼ αὐτὴν ἐφέροντο. οὐ μὴν ἔλαθον τὰς ταύτῃ φυλακὰς οὐδὲ Πτολεμαῖον τὸν ἐπʼ αὐταῖς τεταγμένον, ἀλλὰ ἐν τούτῳ οἵ τε σαλπιγκταὶ <pb n="p.234"/> ἐσήμαινον αὐτῷ καὶ αὐτὸς τὴν στρατιὰν ὡπλισμένην τε καὶ συντεταγμένην ἔχων ἐχώρει ἐπὶ τοὺς βαρβάρους. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.24" subtype="section" n="3"><p> τοῖς δὲ αἵ τε ἅμαξαι ἐμποδὼν ἦσαν καὶ ὁ χάραξ ἐν μέσῳ καταβεβλημένος· ὡς δὲ ἥ τε σάλπιγξ ἐφθέγξατο καὶ οἱ ἀμφὶ Πτολεμαῖον προσέκειντο αὐτοῖς τοὺς ἀεὶ ἐκπίπτοντας διὰ τῶν ἁμαξῶν κατακαίνοντες, ἐνταῦθα δὴ ἀποστρέφονται αὖθις ἐς τὴν πόλιν. καὶ ἀπέθανον αὐτῶν ἐν τῇ ἀποχωρήσει ἐς πεντακοσίους. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.24" subtype="section" n="4"><p> ἐν τούτῳ δὲ καὶ Πῶρος ἀφίκετο τούς τε ὑπολοίπους ἐλέφαντας ἅμα οἷ ἄγων καὶ τῶν Ἰνδῶν ἐς πεντακισχιλίους, αἵ τε μηχαναὶ Ἀλεξάνδρῳ ξυμπεπηγμέναι ἦσαν καὶ προσήγοντο ἤδη τῷ τείχει. ἀλλὰ οἱ Μακεδόνες, πρὶν καὶ κατασεισθῆναί τι τοῦ τείχους, ὑπορύττοντές τε αὐτοὶ πλίνθινον ὂν τὸ τεῖχος καὶ τὰς κλίμακας ἐν κύκλῳ πάντῃ προσθέντες αἱροῦσι κατὰ κράτος τὴν πόλιν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.24" subtype="section" n="5"><p> καὶ ἀποθνήσκουσι μὲν ἐν τῇ καταλήψει τῶν Ἰνδῶν ἐς μυρίους καὶ ἑπτακισχιλίους, ἑάλωσαν δὲ ὑπὲρ τὰς ἑπτὰ μυριάδας καὶ ἅρματα τριακόσια καὶ ἵπποι πεντακόσιοι. τῆς δὲ ξὺν Ἀλεξάνδρῳ στρατιᾶς ἀπέθανον μὲν ὀλίγον ἀποδέοντες τῶν ἑκατὸν ἐν τῇ πάσῃ πολιορκίᾳ, τραυματίαι δὲ οὐ κατὰ τὸ πλῆθος τῶν νεκρῶν ἐγένοντο, ἀλλὰ ὑπὲρ τοὺς χιλίους καὶ διακοσίους, καὶ ἐν τούτοις τῶν ἡγεμόνων ἄλλοι τε καὶ Λυσίμαχος ὁ σωματοφύλαξ. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>