<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.18.1-5.18.6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.18.1-5.18.6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div n="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" subtype="book" n="5"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5" subtype="chapter" n="18"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.18" subtype="section" n="1"><p> καὶ ἐν τῷ αὐτῷ Κρατερός τε καὶ οἱ ἄλλοι ὅσοι τῆς στρατιᾶς [τε] τῆς Ἀλεξάνδρου ἐπὶ τῇ ὄχθῃ τοῦ Ὑδάσπου ὑπολελειμμένοι ἡγεμόνες ἦσαν, ὡς νικῶντα λαμπρῶς κατεῖδον Ἀλέξανδρον, ἐπέρων καὶ αὐτοὶ τὸν πόρον. καὶ οὗτοι οὐ μείονα τὸν φόνον ἐν τῇ ἀποχωρήσει τῶν Ἰνδῶν ἐποίησαν, ἀκμῆτες ἀντὶ κεκμηκότων τῶν ἀμφʼ Ἀλέξανδρον ἐπιγενόμενοι τῇ διώξει </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.18" subtype="section" n="2"><p>ἀπέθανον δὲ τῶν Ἰνδῶν πεζοὶ μὲν ὀλίγον ἀποδέοντες <pb n="p.224"/> τῶν δισμυρίων, ἱππεῖς δὲ ἐς τρισχιλίους, τὰ δὲ ἅρματα ξύμπαντα κατεκόπη· καὶ Πώρου δύο παῖδες ἀπέθανον καὶ Σπιτάκης ὁ νομάρχης τῶν ταύτῃ Ἰνδῶν καὶ τῶν ἐλεφάντων καὶ ἁρμάτων οἱ ἡγεμόνες καὶ οἱ ἱππάρχαι καὶ οἱ στρατηγοὶ τῆς στρατιᾶς τῆς Πώρου ξύμπαντες... ἐλήφθησαν δὲ καὶ οἱ ἐλέφαντες, ὅσοι γε αὐτῶν μὴ αὐτοῦ ἀπέθανον. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.18" subtype="section" n="3"><p> τῶν δὲ ἀμφʼ Ἀλέξανδρον πεζοὶ μὲν ἀπὸ ἑξακισχιλίων τῶν ἐν τῇ πρώτῃ προσβολῇ γενομένων ἐς ὀγδοήκοντα μάλιστα ἀπέθανον· ἱππεῖς δὲ τῶν μὲν ἱπποτοξοτῶν, οἳ δὴ καὶ πρῶτοι τοῦ ἔργου ἥψαντο, δέκα· τῆς δὲ ἑταιρικῆς ἵππου ἀμφὶ τοὺς εἴκοσι· τῶν δὲ ἄλλων ἱππέων ὡς διακόσιοι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.18" subtype="section" n="4"><p> Πῶρος δὲ μεγάλα ἔργα ἐν τῇ μάχῃ ἀποδειξάμενος μὴ ὅτι στρατηγοῦ, ἀλλὰ καὶ στρατιώτου γενναίου, ὡς τῶν τε ἱππέων τὸν φόνον κατεῖδε καὶ τῶν ἐλεφάντων τοὺς μὲν αὐτοῦ πεπτωκότας, τοὺς δὲ ἐρήμους τῶν ἡγεμόνων λυπηροὺς πλανωμένους, τῶν δὲ πεζῶν αὐτῷ οἱ πλείους ἀπολώλεσαν, οὐχ ᾗπερ Δαρεῖος ὁ μέγας βασιλεὺς ἐξάρχων τοῖς ἀμφʼ αὑτὸν τῆς φυγῆς ἀπεχώρει, ἀλλὰ ἔστε γὰρ ὑπέμενέ τι τῶν Ἰνδῶν ἐν τῇ μάχῃ ξυνεστηκός, ἐς τοσόνδε ἀγωνισάμενος, </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.18" subtype="section" n="5"><p> τετρωμένος δὲ τὸν δεξιὸν ὦμον, ὃν δὴ γυμνὸν μόνον ἔχων ἐν τῇ μάχῃ ἀνεστρέφετο ʽἀπὸ γὰρ τοῦ ἄλλου σώματος ἤρκει αὐτῷ τὰ βέλη ὁ θώραξ περιττὸς ὢν κατά τε τὴν ἰσχὺν καὶ τὴν ἁρμονίαν, ὡς ὕστερον καταμαθεῖν θεωμένοις ἦνʼ, τότε δὴ καὶ αὐτὸς ἀπεχώρει ἐπιστρέψας τὸν ἐλέφαντα. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:5.18" subtype="section" n="6"><p> καὶ Ἀλέξανδρος μέγαν τε αὐτὸν καὶ γενναῖον ἄνδρα ἰδὼν ἐν τῇ μάχῃ σῶσαι ἐπεθύμησε. πέμπει δὴ παρʼ αὐτὸν πρῶτα μὲν Ταξίλην τὸν Ἰνδόν· καὶ Ταξίλης προσιππεύσας ἐφʼ ὅσον οἱ ἀσφαλὲς ἐφαίνετο τῷ ἐλέφαντι ὃς ἔφερε τὸν Πῶρον ἐπιστῆσαί τε ἠξίου τὸ θηρίον, <pb n="p.225"/> οὐ γὰρ εἶναί οἱ ἔτι φεύγειν, καὶ ἀκοῦσαι τῶν παρʼ Ἀλεξάνδρου λόγων. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>