<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.4.4-4.5.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.4.4-4.5.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div n="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" subtype="book" n="4"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4" subtype="chapter" n="4"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.4" subtype="section" n="4"><p>ὁ δέ, ὡς αἵ τε διφθέραι αὐτῷ παρεσκευασμέναι ἦσαν ἐπὶ τῷ πόρῳ καὶ ὁ στρατὸς ἐξωπλισμένος ἐφειστήκει τῷ ποταμῷ, αἵ τε μηχαναὶ ἀπὸ ξυνθήματος ἐξηκόντιζον ἐς τοὺς Σκύθας παριππεύοντας ἐπὶ τῇ ὄχθῃ καὶ ἔστιν οἳ αὐτῶν ἐτιτρώσκοντο ἐκ τῶν βελῶν, εἷς δὲ δὴ διὰ τοῦ γέρρου τε καὶ τοῦ θώρακος διαμπὰξ πληγεὶς πίπτει ἀπὸ τοῦ ἵππου, οἱ μὲν ἐξεπλάγησαν πρός τε τῶν βελῶν τὴν διὰ μακροῦ ἄφεσιν καὶ ὅτι ἀνὴρ ἀγαθὸς αὐτοῖς τετελευτήκει, καὶ ὀλίγον ἀνεχώρησαν ἀπὸ <pb n="p.154"/> τῆς ὄχθης· </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.4" subtype="section" n="5"><p> Ἀλέξανδρος δὲ τεταραγμένους πρὸς τὰ βέλη ἰδὼν ὑπὸ σαλπίγγων ἐπέρα τὸν ποταμὸν αὐτὸς ἡγούμενος· εἵπετο δὲ αὐτῷ καὶ ἡ ἄλλη στρατιά. πρῶτον μὲν δὴ τοὺς τοξότας καὶ σφενδονήτας ἀποβιβάσας σφενδονᾶν τε καὶ ἐκτοξεύειν ἐκέλευσεν ἐς τοὺς Σκύθας, ὡς μὴ πελάζειν αὐτοὺς τῇ φάλαγγι τῶν πεζῶν ἐκβαινούσῃ, πρὶν τὴν ἵππον αὐτῷ διαβῆναι πᾶσαν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.4" subtype="section" n="6"><p> ὡς δὲ ἀθρόοι ἐπὶ τῇ ὄχθῃ ἐγένοντο, ἐφῆκεν ἐπὶ τοὺς Σκύθας τὸ μὲν πρῶτον μίαν ἱππαρχίαν τῶν ξένων καὶ τῶν σαρισσοφόρων ἴλας τέσσαρας· καὶ τούτους δεξάμενοι οἱ Σκύθαι καὶ ἐς κύκλους περιϊππεύοντες ἔβαλλόν τε πολλοὶ ὀλίγους <add>καὶ</add> αὐτοὶ οὐ χαλεπῶς διεφύγγανον. Ἀλέξανδρος δὲ τούς τε τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς ἄλλους ψιλούς, ὧν Βάλακρος ἦρχεν, ἀναμίξας τοῖς ἱππεῦσιν ἐπῆγεν ἐπὶ τοὺς Σκύθας. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.4" subtype="section" n="7"><p> ὡς δὲ ὁμοῦ ἤδη ἐγίγνοντο, ἐλάσαι ἐκέλευσεν ἐς αὐτοὺς τῶν τε ἑταίρων τρεῖς ἱππαρχίας καὶ τοὺς ἱππακοντιστὰς ξύμπαντας· καὶ αὐτὸς δὲ τὴν λοιπὴν ἵππον ἄγων σπουδῇ ἐνέβαλεν ὀρθίαις ταῖς ἴλαις. οὔκουν ἔτι οἷοί τε ἦσαν ἐξελίσσειν τὴν ἱππασίαν ἐς κύκλους, ὡς πρόσθεν ἔτι· ὁμοῦ μὲν γὰρ ἡ ἵππος προσέκειτο αὐτοῖς, ὁμοῦ δὲ οἱ ψιλοὶ ἀναμεμιγμένοι τοῖς ἱππεῦσιν οὐκ εἴων τὰς ἐπιστροφὰς ἀσφαλεῖς ποιεῖσθαι. ἔνθα λαμπρὰ ἤδη φυγὴ τῶν Σκυθῶν ἦν· </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.4" subtype="section" n="8"><p> καὶ πίπτουσι μὲν αὐτῶν ἐς χιλίους καὶ εἷς τῶν ἡγεμόνων, Σατράκης, ἑάλωσαν δὲ ἐς ἑκατὸν καὶ πεντήκοντα. ὡς δὲ ἡ δίωξις ὀξεῖά τε καὶ διὰ καύματος πολλοῦ ταλαιπώρως ἐγίνετο, δίψει τε ἡ στρατιὰ πᾶσα εἴχετο καὶ αὐτὸς Ἀλέξανδρος ἐλαύνων πίνει ὁποῖον ἦν ὕδωρ ἐν τῇ γῇ ἐκείνῃ. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.4" subtype="section" n="9"><p> καὶ ἦν γὰρ πονηρὸν τὸ ὕδωρ, ῥεῦμα ἀθρόον κατασκήπτει αὐτῷ ἐς τὴν γαστέρα· καὶ ἐπὶ τῷδε ἡ δίωξις οὐκ ἐπὶ <pb n="p.155"/> πάντων Σκυθῶν ἐγένετο· εἰ δὲ μή, δοκοῦσιν ἄν μοι καὶ πάντες διαφθαρῆναι ἐν τῇ φυγῇ, εἰ μὴ Ἀλεξάνδρῳ τὸ σῶμα ἔκαμεν. καὶ αὐτὸς ἐς ἔσχατον κινδύνου ἐλθὼν ἐκομίσθη ὀπίσω ἐς τὸ στρατόπεδον. καὶ οὕτω ξυνέβη ἡ μαντεία Ἀριστάνδρῳ. </p></div></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4" subtype="chapter" n="5"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.5" subtype="section" n="1"><p> ὀλίγον δὲ ὕστερον παρὰ τοῦ Σκυθῶν βασιλέως ἀφικνοῦνται παρʼ Ἀλέξανδρον πρέσβεις, ὑπὲρ τῶν πραχθέντων ἐς ἀπολογίαν ἐκπεμφθέντες, ὅτι οὐκ ἀπὸ <add>τοῦ</add> κοινοῦ τῶν Σκυθῶν ἐπράχθη, ἀλλὰ καθʼ ἁρπαγὴν λῃστρικῷ τρόπῳ σταλέντων, καὶ αὐτὸς ὅτι ἐθέλοι ποιεῖν τὰ ἐπαγγελλόμενα. καὶ τούτῳ φιλάνθρωπα ἐπιστέλλει Ἀλέξανδρος, ὅτι οὔτε ἀπιστοῦντα μὴ ἐπεξιέναι καλὸν αὐτῷ ἐφαίνετο, οὔτε κατὰ καιρὸν ἦν ἐν τῷ τότε ἐπεξιέναι. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.5" subtype="section" n="2"><p> οἱ δὲ ἐν Μαρακάνδοις ἐν τῇ ἄκρᾳ φρουρούμενοι Μακεδόνες προσβολῆς γενομένης τῇ ἄκρᾳ ἐκ Σπιταμένους τε καὶ τῶν ἀμφʼ αὐτὸν ἐπεκδραμόντες ἀπέκτεινάν τε τῶν πολεμίων ἔστιν οὓς καὶ ἀπώσαντο ξύμπαντας, καὶ αὐτοὶ ἀπαθεῖς ἀπεχώρησαν ἐς τὴν ἄκραν. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>