<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.3.3-4.4.3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.3.3-4.4.3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div n="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" subtype="book" n="4"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4" subtype="chapter" n="3"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.3" subtype="section" n="3"><p> ἀναρρήξας δὲ ἔνδοθεν τῶν πυλῶν, αἳ κατὰ τοῦτο τὸ χωρίον ἦσαν, δέχεται καὶ τοὺς ἄλλους στρατιώτας εὐπετῶς. ἔνθα δὴ οἱ βάρβαροι ἐχομένην ἤδη τὴν πόλιν αἰσθόμενοι ἐπὶ τοὺς ἀμφὶ Ἀλέξανδρον ὅμως ἐτράπησαν· καὶ γίνεται προσβολὴ αὐτῶν καρτερά, καὶ βάλλεται λίθῳ αὐτὸς Ἀλέξανδρος βιαίως τήν τε κεφαλὴν καὶ τὸν αὐχένα καὶ Κρατερὸς τοξεύματι καὶ πολλοὶ ἄλλοι τῶν ἡγεμόνων· ἀλλὰ καὶ ὣς ἐξέωσαν ἐκ τῆς ἀγορᾶς τοὺς βαρβάρους. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.3" subtype="section" n="4"><p> καὶ ἐν τούτῳ οἱ κατὰ τὸ τεῖχος προσβεβληκότες ἔρημον ἤδη τὸ τεῖχος τῶν προμαχομένων αἱροῦσιν. ἐν μὲν δὴ τῇ πρώτῃ καταλήψει τῆς πόλεως ἀπέθανον τῶν πολεμίων μάλιστα ἐς ὀκτακισχιλίους. οἱ δὲ λοιποί ʽἦσαν γὰρ οἱ πάντες ἐς μυρίους καὶ πεντακισχιλίους μαχίμους οἱ ξυνεληλυθότεσʼ καταφεύγουσιν ἐς τὴν ἄκραν. καὶ τούτους περιστρατοπεδεύσας <pb n="p.152"/> Ἀλέξανδρος ἡμέραν μίαν ἐφρούρησεν· οἱ δὲ ἐνδείᾳ </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.3" subtype="section" n="5"><p> ὕδατος ἐνεχείρισαν σφᾶς Ἀλεξάνδρῳ. <note xml:lang="lat" anchored="true">Ptolem. fr. 12</note> τὴν δὲ ἑβδόμην πόλιν ἐξ ἐφόδου ἔλαβε, Πτολεμαῖος <note xml:lang="lat" anchored="true">Aristob. fr. 20</note> μὲν λέγει, ὅτι αὐτοὺς σφᾶς ἐνδόντας, Ἀριστόβουλος δέ, ὅτι βίᾳ καὶ ταύτην ἐξεῖλεν καὶ ὅτι πάντας τοὺς καταληφθέντας ἐν αὐτῇ ἀπέκτεινε. Πτολεμαῖος δὲ κατανεῖμαι λέγει αὐτὸν τοὺς ἀνθρώπους τῇ στρατιᾷ καὶ δεδεμένους κελεῦσαι φυλάσσεσθαι ἔστʼ ἄν ἐκ τῆς χώρας ἀπαλλάττηται αὐτός, ὡς μηδένα ἀπολείπεσθαι τῶν τὴν ἀπόστασιν πραξάντων. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.3" subtype="section" n="6"><p> ἐν τούτῳ δὲ τῶν τε ἐκ τῆς Ἀσίας Σκυθῶν στρατιὰ ἀφικνεῖται πρὸς τὰς ὄχθας τοῦ ποταμοῦ τοῦ Τανάϊδος, ἀκούσαντες οἱ πολλοὶ αὐτῶν, ὅτι ἔστιν οἳ καὶ τῶν ἐπέκεινα τοῦ ποταμοῦ βαρβάρων ἀπʼ Ἀλεξάνδρου ἀφεστᾶσιν, ὡς, εἰ δή τι λόγου ὄν ἄξιον νεωτερίζοιτο, καὶ αὐτοὶ ἐπιθησόμενοι τοῖς Μακεδόσι. καὶ οἱ ἀμφὶ Σπιταμένην δὲ ἀπηγγέλθησαν ὅτι τοὺς ἐν Μαρακάνδοις καταλειφθέντας ἐν τῇ ἄκρᾳ πολιορκοῦσιν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.3" subtype="section" n="7"><p> ἔνθα δὴ Ἀλέξανδρος ἐπὶ μὲν τοὺς ἀμφὶ Σπιταμένην Ἀνδρόμαχόν τε ἀποστέλλει καὶ Μενέδημον καὶ Κάρανον, ἱππέας μὲν ἔχοντας τῶν ἑταίρων ἐς ἑξήκοντα καὶ τῶν μισθοφόρων ὀκτακοσίους, ὧν Κάρανος ἡγεῖτο, πεζοὺς δὲ μισθοφόρους ἐς χιλίους πεντακοσίους· ἐπιτάσσει δὲ αὐτοῖς Φαρνούχην τὸν ἑρμηνέα, τὸ μὲν γένος Λύκιον τὸν Φαρνούχην, ἐμπείρως δὲ τῆς τε φωνῆς τῶν ταύτῃ βαρβάρων ἔχοντα καὶ τὰ ἄλλα ὁμιλῆσαι αὐτοῖς δεξιὸν φαινόμενον. </p></div></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4" subtype="chapter" n="4"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.4" subtype="section" n="1"><p> αὐτὸς δὲ τὴν πόλιν, ἣν ἐπενόει, τειχίσας ἐν ἡμέραις εἴκοσι καὶ ξυνοικίσας ἐς αὐτὴν τῶν τε Ἑλλήνων μισθοφόρων καὶ ὅστις τῶν προσοικούντων βαρβάρων ἐθελοντὴς μετέσχε τῆς ξυνοικήσεως καί τινας καὶ τῶν <pb n="p.153"/> ἐκ τοῦ στρατοπέδου Μακεδόνων, ὅσοι ἀπόμαχοι ἤδη ἦσαν, θύσας τοῖς θεοῖς ὡς νόμος αὐτῷ καὶ ἀγῶνα ἱππικόν τε καὶ γυμνικὸν ποιήσας, ὡς οὐκ ἀπαλλασσομένους ἑώρα τοὺς Σκύθας ἀπὸ τῆς ὄχθης τοῦ ποταμοῦ, </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.4" subtype="section" n="2"><p> ἀλλʼ ἐκτοξεύοντες ἐς τὸν ποταμὸν ἑωρῶντο οὐ πλατὺν ταύτῃ ὄντα, καί τινα καὶ πρὸς ὕβριν τοῦ Ἀλεξάνδρου βαρβαρικῶς ἐθρασύναντο, ὡς οὐκ ἄν τολμήσαντα Αλέξανδρον ἅψασθαι Σκυθῶν ἤ μαθόντα ἄν ὅτι περ τὸ διάφορον Σκύθαις τε καὶ τοῖς Ἀσιανοῖς βαρβάροις, — ὑπὸ τούτων παροξυνόμενος ἐπενόει διαβαίνειν ἐπʼ αὐτοὺς καὶ τὰς διφθέρας παρεσκεύαζεν ἐπὶ τῷ πόρῳ. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:4.4" subtype="section" n="3"><p>θυομένῳ δὲ ἐπὶ τῇ διαβάσει τὰ ἱερὰ οὐκ ἐγίγνετο· ὁ δὲ βαρέως μὲν ἔφερεν οὐ γιγνομένων, ὅμως δὲ ἐκαρτέρει καὶ ἔμενεν. ὡς δὲ οὐκ ἀνίεσαν οἱ Σκύθαι, αὖθις ἐπὶ τῇ διαβάσει ἐθύετο, καὶ αὖ ἐς κίνδυνον αὐτῷ σημαίνεσθαι Ἀρίστανδρος ὁ μάντις ἔφραζεν· ὁ δὲ κρεῖσσον ἔφη ἐς ἔσχατον κινδύνου ἐλθεῖν ἤ κατεστραμμένον ξύμπασαν ὀλίγου δεῖν τὴν Ἀσίαν γέλωτα εἶναι Σκύθαις, καθάπερ Δαρεῖος ὁ Ξέρξου πατὴρ πάλαι ἐγένετο. Ἀρίστανδρος δὲ οὐκ ἔφη παρὰ τὰ ἐκ τοῦ θείου σημαινόμενα ἄλλα ἀποδείξεσθαι, ὅτι ἄλλα ἐθέλει ἀκοῦσαι Ἀλέξανδρος. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>