<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.4.2-3.5.4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.4.2-3.5.4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div n="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" subtype="book" n="3"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3" subtype="chapter" n="4"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.4" subtype="section" n="2"><p> καὶ πηγὴ ἐξ αὐτοῦ ἀνίσχει οὐδέν τι ἐοικυῖα ταῖς πηγαῖς, ὅσαι ἄλλαι ἐκ γῆς ἀνίσχουσιν. ἐν μὲν γὰρ μεσημβρίᾳ ψυχρὸν τὸ ὕδωρ γευσαμένῳ τε καὶ ἔτι μᾶλλον ἁψαμένῳ οἷον ψυχρότατον· ἐγκλίναντος δὲ τοῦ ἡλίου ἐς ἑσπέραν θερμότερον, καὶ ἀπὸ τῆς ἑσπέρας ἔτι θερμότερον ἔστε ἐπὶ μέσας τὰς νύκτας, μέσων δὲ νυκτῶν ἑαυτοῦ θερμότατον· ἀπὸ δὲ μέσων νυκτῶν ψύχεται ἐν τάξει, καὶ ἕωθεν ψυχρόν ἤδη ἐστί, ψυχρότατον δὲ μεσημβρίας· καὶ τοῦτο ἀμείβει ἐν τάξει ἐπὶ ἑκάστῃ [τῇ] ἡμέρᾳ. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.4" subtype="section" n="3"><p> γίγνονται δὲ καὶ ἅλες αὐτόματοι ἐν τῷ χωρίῳ τούτῳ ὀρυκτοί· καὶ τούτων ἔστιν οὓς ἐς Αἴγυπτον φέρουσι τῶν ἱερέων τινὲς τοῦ Ἄμμωνος. ἐπειδὰν γὰρ ἐπʼ Αἰγύπτου στέλλωνται, ἐς κοιτίδας πλεκτὰς ἐκ φοίνικος ἐσβαλόντες δῶρον τῷ βασιλεῖ ἀποφέρουσιν ἢ εἴ τῳ ἄλλῳ. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.4" subtype="section" n="4"><p> ἔστι δὲ μακρός τε ὁ χόνδρος ʽἤδη <add>δέ</add> τινες αὐτῶν καὶ ὑπὲρ τρεῖς δακτύλουσʼ καὶ καθαρὸς ὥσπερ κρύσταλλος· καὶ τούτῳ ἐπὶ ταῖς θυσίαις χρῶνται, ὡς καθαρωτέρῳ τῶν ἀπὸ θαλάσσης ἁλῶν, Αἰγύπτιοί τε καὶ ὅσοι ἄλλοι τοῦ θείου οὐκ ἀμελῶς ἔχουσιν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.4" subtype="section" n="5"><p>ἐνταῦθα Ἀλέξανδρος τόν τε χῶρον ἐθαύμασε καὶ τῷ θεῷ ἐχρήσατο· καὶ ἀκούσας ὅσα αὐτῷ πρὸς θυμοῦ ἦν, ὡς ἔλεγεν, ἀνέζευξεν ἐπʼ Αἰγύπτου, ὡς μὲν Ἀριστόβουλος λέγει, τὴν αὐτὴν ὀπίσω ὁδόν, ὡς <note xml:lang="lat" anchored="true">Arsitob fr. 10</note> <pb n="p.104"/> <note xml:lang="lat" anchored="true">Ptolem. fr. 8</note> δὲ Πτολεμαῖος ὁ Λάγου, ἄλλην εὐθεῖαν ὡς ἐπὶ Μέμφιν. </p></div></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3" subtype="chapter" n="5"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.5" subtype="section" n="1"><p> εἰς Μέμφιν δὲ αὐτῷ πρεσβεῖαί τε πολλαὶ ἐκ τῆς Ἑλλάδος ἧκον, καὶ οὐκ ἔστιν ὅντινα ἀτυχήσαντα ὧν ἐδεῖτο ἀπέπεμψε, καὶ στρατιὰ παραγίγνεται παρὰ μὲν Ἀντιπάτρου μισθοφόροι Ἕλληνες ἐς τετρακοσίους, ὧν ἡγεῖτο Μενοίτας ὁ Ἡγησάνδρου, ἐκ Θρᾴκης δὲ ἱππεῖς ἐς πεντακοσίους, ὧν ἦρχεν Ἀσκληπιόδωρος ὁ Εὐνίκου. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.5" subtype="section" n="2"><p> ἐνταῦθα θύει τῷ Διῒ τῷ βασιλεῖ καὶ πομπεύει ξὺν τῇ στρατιᾷ ἐν τοῖς ὅπλοις καὶ ἀγῶνα ποιεῖ γυμνικὸν καὶ μουσικόν. καὶ τὰ κατὰ τὴν Αἴγυπτον ἐνταῦθα ἐκόσμησε· δύο μὲν νομάρχας Αἰγύπτου κατέστησεν Αἰγυπτίους, Δολόασπιν καὶ Πέτισιν, καὶ τούτοις διένειμε τὴν χώραν τὴν Αἰγυπτίαν· Πετίσιος δὲ ἀπειπαμένου τὴν ἀρχὴν Δολόασπις ἐκδέχεται πᾶσαν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.5" subtype="section" n="3"><p> φρουράρχους δὲ τῶν ἑταίρων ἐν Μέμφει μὲν Πανταλέοντα κατέστησε τὸν Πυδναῖον, ἐν Πηλουσίῳ δὲ Πολέμωνα τὸν Μεγακλέους Πελλαῖον· τῶν ξένων δὲ ἄρχειν Λυκίδαν Αἰτωλόν, γραμματέα δὲ ἐπὶ τῶν ξένων Εὔγνωστον τὸν Ξενοφάντου τῶν ἑταίρων· ἐπισκόπους δὲ αὐτῶν Αἰσχύλον τε καὶ Ἔφιππον τὸν Χαλκιδέως. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.5" subtype="section" n="4"><p> Λιβύης δὲ τῆς προσχώρου ἄρχειν δίδωσιν Ἀπολλώνιον Χαρίνου, Ἀραβίας δὲ τῆς πρὸς Ἡρώων πόλει Κλεομένην τὸν ἐκ Ναυκράτιος· καὶ τούτῳ παρηγγέλλετο τοὺς μὲν νομάρχας ἐᾶν ἄρχειν τῶν νομῶν τῶν κατὰ σφᾶς καθάπερ ἐκ παλαιοῦ καθειστήκει, αὐτὸν δὲ ἐκλέγειν παρʼ αὐτῶν τοὺς φόρους· οἱ δὲ ἀποφέρειν αὐτῷ ἐτάχθησαν. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>