<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.23.9-3.25.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.23.9-3.25.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div n="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" subtype="book" n="3"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3" subtype="chapter" n="23"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.23" subtype="section" n="9"><p> οἱ δὲ ἐπιτρέπειν ἔφασαν σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους Ἀλεξάνδρῳ· ξυμπέμπειν τε ἐκέλευον τὸν ἡγησόμενον αὐτοῖς, ὡς ἀσφαλῶς διακομισθεῖεν παρʼ αὐτόν· εἶναι δὲ ἐλέγοντο ἐς χιλίους καὶ πεντακοσίους. καὶ Ἀλέξανδρος πέμπει Ἀνδρόνικον τὸν Ἀγέρρου καὶ Ἀρτάβαζον παρʼ αὐτούς. </p></div></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3" subtype="chapter" n="24"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.24" subtype="section" n="1"><p> αὐτὸς δὲ προῆγεν ὡς ἐπὶ Μάρδους, ἀναλαβὼν τούς τε ὑπασπιστὰς καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τὴν Κοίνου καὶ Ἀμύντου τάξιν καὶ τῶν ἑταίρων ἱππέων τοὺς ἡμίσεας καὶ τοὺς ἱππακοντιστάς· ἤδη γὰρ αὐτῷ καὶ ἱππακοντισταὶ τάξις ἦσαν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.24" subtype="section" n="2"><p> ἐπελθὼν δὲ τὸ πολὺ μέρος τῆς χώρας τῶν Μάρδων πολλοὺς μὲν ἀπέκτεινεν αὐτῶν φεύγοντας, οὓς δέ τινας ἐς ἀλκὴν τετραμμένους, πολλοὺς δὲ ζῶντας ἔλαβεν. οὐ γὰρ ἔστιν ὅστις χρόνου ἐμβεβλήκει ἐς τὴν γῆν αὐτῶν <pb n="p.136"/> ἐπὶ πολέμῳ διά τε δυσχωρίαν καὶ ὅτι πένητες οἱ Μάρδοι καὶ μάχιμοι ἐπὶ τῇ πενίᾳ ἦσαν. οὔκουν οὐδὲ Ἀλέξανδρον ἐμβαλεῖν ἄν ποτε δείσαντες, ἄλλως τε καὶ προκεχωρηκότα ἤδη ἐς τὸ πρόσω, ταύτῃ μᾶλλόν τι ἀφύλακτοι ἡλίσκοντο. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.24" subtype="section" n="3"><p> πολλοὶ δὲ αὐτῶν καὶ ἐς τὰ ὄρη κατέφυγον, ἃ δὴ ὑπερύψηλά τε καὶ ἀπότομα αὐτοῖς ἐν τῇ χώρᾳ ἐστίν, ὡς πρὸς ταῦτά γε οὐχ ἥξοντα Ἀλέξανδρον. ἐπεὶ δὲ καὶ ταύτῃ προσῆγεν, οἱ δὲ πέμψαντες πρέσβεις σφᾶς τε αὐτοὺς ἐνέδοσαν καὶ τὴν χώραν· καὶ Ἀλέξανδρος αὐτοὺς μὲν ἀφῆκεν, σατράπην δὲ ἀπέδειξεν αὐτῶν Αὐτοφραδάτην, ὅνπερ καὶ Ταπούρων. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.24" subtype="section" n="4"><p> αὐτὸς δὲ ἐπανελθὼν εἰς τὸ στρατόπεδον, ἔνθενπερ ὡρμήθη ἐς τῶν Μάρδων τὴν γῆν, κατέλαβε τοὺς Ἕλληνας τοὺς μισθοφόρους ἥκοντας καὶ τοὺς Λακεδαιμονίων πρέσβεις, οἳ παρὰ βασιλέα Δαρεῖον ἐπρέσβευον, Καλλιστρατίδαν τε καὶ Παύσιππον καὶ Μόνιμον καὶ Ὀνόμαντα, καὶ Ἀθηναίων Δρωπίδην. τούτους μὲν δὴ ξυλλαβὼν ἐν φυλακῇ εἶχε, τοὺς Σινωπέων δὲ ἀφῆκεν, ὅτι Σινωπεῖς οὔτε τοῦ κοινοῦ τῶν Ἑλλήνων μετεῖχον, ὑπὸ Πέρσαις τε τεταγμένοι οὑκ ἀπεικότα ποιεῖν ἐδόκουν παρὰ τὸν βασιλέα σφῶν πρεσβεύοντες. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.24" subtype="section" n="5"><p> ἀφῆκεν δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, ὅσοι πρὸ τῆς εἰρήνης τε καὶ τῆς ξυμμαχίας τῆς πρὸς Μακεδόνας γενομένης παρὰ Πέρσαις ἐμισθοφόρουν, καὶ Καλχηδονίων Ἡρακλείδην τὸν πρεσβευτὴν ἀφῆκεν· τοὺς δὲ ἄλλους ξυστρατεύεσθαί οἱ ἐπὶ μισθῷ τῷ αὐτῶ ἐκέλευσε· καὶ ἐπέταξεν αὐτοῖς Ἀνδρόνικον, ὅσπερ ἤγαγέ τε αὐτοὺς καὶ ἔνδηλος γεγόνει οὐ φαῦλον ποιούμενος σῶσαι τοὺς ἄνδρας. </p></div></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3" subtype="chapter" n="25"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.25" subtype="section" n="1"><p> ταῦτα δὲ διαπραξάμενος ἦγεν ὡς ἐπὶ Ζαδράκαρτα, τὴν μεγίστην πόλιν τῆς Ὑρκανίας, ἵνα καὶ τὰ βασίλεια τοῖς Ὑρκανίοις ἦν. καὶ ἐνταῦθα διατρίψας ἡμέρας <pb n="p.137"/> πεντεκαίδεκα καὶ θύσας τοῖς θεοῖς ὡς νόμος καὶ ἀγῶνα γυμνικὸν ποιήσας ὡς ἐπὶ Παρθυαίους ἦγεν· ἐκεῖθεν δὲ ἐπὶ τὰ τῆς Ἀρείας ὅρια καὶ Σουσίαν, πόλιν τῆς Ἀρείας, ἵνα καὶ Σατιβαρζάνης ἧκε παρʼ αὐτὸν ὁ τῶν Ἀρείων σατράπης. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:3.25" subtype="section" n="2"><p> τούτῳ μὲν δὴ τὴν σατραπείαν ἀποδοὺς ξυμπέμπει αὐτῷ Ἀνάξιππον τῶν ἑταίρων δοὺς αὐτῷ τῶν ἱππακοντιστῶν ἐς τεσσαράκοντα, ὡς ἔχοι φύλακας καθιστάναι τῶν τόπων, τοῦ μὴ ἀδικεῖσθαι τοὺς Ἀρείους πρὸς τῆς στρατιᾶς κατὰ τὴν πάροδον. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>