<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2.20.9-2.21.6</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2.20.9-2.21.6</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div n="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" type="edition" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2" subtype="book" n="2"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2" subtype="chapter" n="20"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2.20" subtype="section" n="9"><p> Ἀλέξανδρος δέ, ὡς οὐκ ἀντανήγοντο οἱ Τύριοι, ἐπέπλει τῇ πόλει· καὶ ἐς μὲν τὸν λιμένα τὸν πρὸς Σιδῶνος βιάζεσθαι ἀπέγνω διὰ στενότητα τοῦ στόματος καὶ ἅμα ἀντιπρώροις τριήρεσι πολλαῖς ὁρῶν πεφραγμένον τὸν ἔσπλουν, τρεῖς δὲ τὰς ἐξωτάτω ἐφορμούσας <pb n="p.89"/> τῷ στόματι τριήρεις προσπεσόντες οἱ Φοίνικες καὶ ἀντίπρωροι ἐμβαλόντες καταδύουσιν· οἱ δὲ ἐν ταῖς ναυσὶν οὐ χαλεπῶς ἀπενήξαντο ἐς τὴν γῆν φιλίαν οὖσαν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2.20" subtype="section" n="10"><p> τότε μὲν δὴ οὐ πόρρω τοῦ ποιητοῦ χώματος κατὰ τὸν αἰγιαλόν, ἵνα σκέπη τῶν ἀνέμων ἐφαίνετο, οἱ δὺν Ἀλεξάνδρῳ ὡρμίσαντο· τῇ δὲ ὑστεραίᾳ τοὺς μὲν Κυπρίους ξὺν ταῖς σφετέραις ναυσὶ καὶ Ἀνδρομάχῳ τῷ ναυάρχῳ κατὰ τὸν λιμένα τὸν ἐκ Σιδῶνος φέροντα ἐκέλευσεν ἐφορμεῖν τῇ πόλει, τοὺς δὲ Φοίνικας κατὰ τὸν ἐπέκεινα τοῦ χώματος τὸν πρὸς Αἴγυπτον ἀνέχοντα, ἵνα καὶ αὐτῷ ἡ σκηνὴ ἦν. </p></div></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2" subtype="chapter" n="21"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2.21" subtype="section" n="1"><p> ἤδη δὲ καὶ μηχανοποιῶν αὐτῷ πολλῶν ἔκ τε Κύπρου καὶ Φοινίκης ἀπάσης συλλελεγμένων μηχαναὶ πολλαὶ συμπεπηγμέναι ἦσαν, αἱ μὲν ἐπὶ τοῦ χώματος, αἱ δὲ ἐπὶ τῶν ἱππαγωγῶν νεῶν, ἃς ἐκ Σιδῶνος ἅμα οἷ ἐκόμισεν, αἱ δὲ ἐπὶ τῶν τριήρων ὅσαι αὐτῶν οὐ ταχυναυτοῦσαι ἦσαν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2.21" subtype="section" n="2"><p> ὡς δὲ παρεσκεύαστο ἤδη ξύμπαντα, προσῆγον τὰς μηχανὰς κατά τε τὸ ποιητὸν χῶμα καὶ ἀπὸ τῶν νεῶν ἄλλῃ καὶ ἄλλῃ τοῦ τείχους προσορμιζομένων τε καὶ ἀποπειρωμένων τοῦ τείχους. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2.21" subtype="section" n="3"><p>οἱ δὲ Τύριοι ἐπί τε τῶν ἐπάλξεων τῶν κατὰ τὸ χῶμα πύργους ξυλίνους ἐπέστησαν, ὡς ἀπομάχεσθαι ἀπʼ αὐτῶν, καὶ εἴ πῃ ἄλλῃ αἱ μηχαναὶ προσήγοντο, βέλεσί τε ἠμύνοντο καὶ πυρφόροις οἰστοῖς ἔβαλλον αὐτὰς τὰς ναῦς, ὥστε φόβον παρέχειν τοῖς Μακεδόσι πελάζειν τῷ τείχει. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2.21" subtype="section" n="4"><p> ἦν δὲ αὐτοῖς καὶ τὰ τείχη τὰ κατὰ τὸ χῶμα τό τε ὕψος εἰς πεντήκοντα καὶ ἑκατὸν μάλιστα πόδας καὶ ἐς πλάτος ξύμμετρον λίθοις μεγάλοις ἐν γύψῳ κειμένοις ξυμπεπηγότα. ταῖς δὲ ἱππαγωγοῖς τε καὶ ταῖς τριήρεσι τῶν Μακεδόνων, ὅσαι τὰς μηχανὰς προσῆγον τῷ τείχει, καὶ ταύτῃ οὐκ εὔπορον <pb n="p.90"/> ἐγίγνετο πελάζειν τῇ πόλει, ὅτι λίθοι πολλοὶ ἐς τὸ πέλαγος προβεβλημένοι ἐξεῖργον αὐτῶν τὴν ἐγγὺς προσβολήν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2.21" subtype="section" n="5"><p> καὶ τούτους Ἀλέξανδρος ἔγνω ἐξελκύσαι ἐκ τῆς θαλάσσης· ἠνύετο δὲ χαλεπῶς τοῦτο τὸ ἔργον, οἷα δὴ ἀπὸ νεῶν καὶ οὐκ ἀπὸ γῆς βεβαίου γιγνόμενον· ἄλλως τε καὶ οἱ Τύριοι ναῦς καταφράξαντες παρὰ τὰς ἀγκύρας ἐπῆγον τῶν τριήρων καὶ ὑποτέμνοντες τὰς σχοίνους τῶν ἀγκυρῶν ἄπορον τὴν προσόρμισιν ταῖς πολεμίαις ναυσὶν ἐποίουν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0074.tlg001.perseus-grc2:2.21" subtype="section" n="6"><p> Ἀλέξανδρος δὲ τριακοντόρους πολλὰς ἐς τὸν αὐτὸν τρόπον φράξας ἐπέστησεν ἐγκαρσίας πρὸ τῶν ἀγκυρῶν, ὡς ἀπʼ αὐτῶν ἀναστέλλεσθαι τὸν ἐπίπλουν τῶν νεῶν. ἀλλὰ καὶ ὣς ὕφαλοι κολυμβηταὶ τὰς σχοίνους αὐτοῖς ὑπέτεμνον. οἱ δὲ ἁλύσεσιν ἀντὶ σχοίνων εἰς τὰς ἀγκύρας χρώμενοι, οἱ Μακεδόνες, καθίεσαν, ὥστε μηδὲν ἔτι πλέον τοῖς κολυμβηταῖς γίγνεσθαι. </p></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>