<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0071.tlg001.1st1K-grc1:42-61</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0071.tlg001.1st1K-grc1:42-61</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0071.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="42"><p>42. Μεθʼ ἡς ἕτερός ἐστι κόλπος, ἔσω κυμάτων, εἰς <lb n="15"/> αὐτὸν ἐνδύνων τὸν βορέαν, οὗ
κατὰ μὲν τὸ στόμα νῆσός ἐστιν ἡ λεγομένη Bαιώνης, ἐν δὲ τοῖς ἐσωτάτοις τόποις μέγιστος ποταμὸς ὁ
λεγόμενος Μάϊς. Τοῦτον <pb n="291"/> τὸν κόλπον, τὸ πλάτος ὡς σταδίων τριακοσίων, οἱ πλέοντες εἰς
Bαρύγαζα διαπερῶνται, ἐξ εὐωνύμων ἀκροφανῆ καταλιπόντες τὴν νῆσον, <del>καὶ</del> εἰς αὐτὴν
<supplied reason="omitted">τὴν</supplied> ἀνατολὴν ἐπʼ αὐτὸ τὸ στόμα τοῦ ποταμοῦ Βαρυγάζων· <lb n="5"/> λέγεται δὲ αὐτὸς ὁ ποταμὸς Ναμνάδιος.</p></div><div type="textpart" subtype="paragraph" n="43"><p>43. Ὁ δὲ κόλπος αὐτὸς ὁ κατὰ Βαρύγαζα στενὸς ὢν τοῖς ἐκ πελάγους ἐρχομένοις ἐστὶ
δυσεπίβολος· ἢ γὰρ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ εὐώνυμα παραπίπτουσιν, ᾗ γε ἐπιβολὴ κρείσσων ἐστὶ τῆς
ἑτέρας. Ἀλλʼ ἐκ μὲν τῶν <lb n="10"/> δεξιῶν κατʼ αὐτὸ τὸ στόμα τοῦ κόλπου παράκειται ταινία τραχεῖα
καὶ διάσπιλος, Ἡρώνη λεγομένη, κατὰ Καμμωνὶ κώμην· ἐκ δὲ τῶν εὐωνύμων ἀπέναντι ταύτης τὸ πρὸ
Ἀστακάπρων ἀκρωτήριον, ἡ Παπικὴ λεγομένη, δύσορμος οὖσα διά τε τὸν ῥοῦν τὸν περὶ αὐτὴν <lb n="15"/>
καὶ διὰ τὸ ἀποκόπτειν τὰς ἀγκύρας τραχὺν ὄντα καὶ πετρώδη τὸν βυθόν. Κἂν κατʼ αὐτὸν δέ τις ἐπιβάλῃ
τὸν κόλπον, αὐτὸ τὸ στόμα τοῦ κατὰ Βαρύγαζα ποταμοῦ δυσεύρετόν ἐστι διὰ τὸ τὴν χώραν ταπεινήν εἶναι
καὶ μηδὲν ἐγγύτερον ἐνεχύρως θεωρεῖσθαι· κἂν <lb n="20"/> εὑρεθῇ, δυσείσβολός ἐστι διὰ τὰ περὶ αὐτὸν
τενάγη τοῦ ποταμοῦ.</p></div><div type="textpart" subtype="paragraph" n="44"><p>44. Τούτου χάριν περὶ αὐτὸν τὸν εἴσπλουν βασιλικοὶ ἁλιεῖς ἐντόπιοι πληρώμασι μακρῶν
πλοίων, ἃ λέγεται τράππαγα καὶ κότυμβα, πρὸς ἀπάντησιν ἐξέρχονται <lb n="25"/> μέχρι τῆς
Συραστρηνῆς, ἀφʼ ὧν ὁδηγεῖται τὰ πλοῖα μέχρι Βαρυγάζων. Κλίνουσι γὰρ εὐθὺς ἀπὸ τοῦ στόματος τοῦ
κόλπου διὰ τενάγη τοῖς πληρώμασι καὶ ῥυμουλκοῦσιν αὐτὰ σταθμοῖς ἤδη τεταγμένοις, ἀρχο μένης μὲν τῆς
πλήμης αἴροντες, ἱσταμένης δὲ διορμίζοντες <lb n="30"/> κατά τινας ὅρμους καὶ κυθρίνους. Οἱ δὲ
κύθρινοι τόποι εἰσὶ τοῦ ποταμοῦ βαθύτεροι μέχρι Βαρυγάζων· ἀπέχει γὰρ ἀπὸ τοῦ στόματος ἄων παρὰ τὸν
ποταμὸν κειμένη ὡς σταδίων τριακοσίων.</p></div><div type="textpart" subtype="paragraph" n="45"><p>45. Πᾶσα μὲν ἡ Ἰνδικὴ χώρα ποταμοὺς ἔχει πλμίστους, <pb n="292"/> ἀμπώτεις τε καὶ πλήμας
μεγίστας, συναυξομένας ὑπὸ τὴν ἀνατολὴν καὶ τὴν πανσέληνον ἄχρι τριῶν ἡμερῶν, καὶ τοῖς μεταξὺ
καταστήμασι τῆς σελήνης ἐλασσουμένας, πολὺ δὲ μᾶλλον ἡ κατὰ Βαρυγάζων, <lb n="5"/> ὥστε αἰφνίδιον
τόν τε βυθὸν δρᾶσθαι, καὶ <gap reason="omitted" extent="unknown"/> τινα μέρη τῆς ἠπείρου, ποτὶ δὲ
ξηρὰ τὰ πρὸ μικροῦ πλωῖζόμενα, τούς τε ποταμοὺς ὑπὸ τὴν εἰσβολὴν τῆς πλήμης, τοῦ πελάγους ὅλου
συνωθουμένου, σφοδρότερον ἄνω φέρεσθαι τοῦ κατὰ φύσιν ῥεύματος ἐπὶ πλείστους σταδίους.</p><lb n="10"/></div><div type="textpart" subtype="paragraph" n="46"><p>46. Διὸ καὶ κινδυνώδεις εἰσὶν αἱ τῶν πλοίων προσαγωγαὶ καὶ ἐξαγωγαὶ τοῖς ἀπείροις καὶ
πρώτως εἰσάγουσιν εἰς τὸ ἐμπόριον. Γινομένης γὰρ ὁρμῆς ἤδη περὶ τὴν πλήμην οὐδὲν παριεμένης οὐκ
ἀντέχουσιν <supplied reason="omitted">αἱ</supplied> ἄγκυραι· διὸ καὶ τὰ προληφθέντα πλοῖα τῇ ἰναίᾳ,
<lb n="15"/> πλαγιασθέντα ὑπὸ τῆς ὀξύτητος τοῦ ῥοὸς, ἐποκέλλει τοῖς τενάγεσι καὶ ἀνακλᾶται, τὰ δὲ
μικρότερα καὶ περιτρέπεται, τινὰ δὲ καὶ περὶ τὰς διώρυχας ἀποκεκλικότα διὰ τὸ περὶ τὴν ἄμπωτιν, ὅταν
μὴ διερείσῃς, τῆς πλήμης αἰφνίδιον ἐπελθούσης, ὑπὸ τῆς πρώτης κεφαλῆς <lb n="20"/> τοῦ ῥοὸς
ἐμπίμπλαται. Τοσαῦται γὰρ περὶ τὴν εἰσβολὴν τῆς θαλάσσης γίνονται βίαι κατὰ τὰς νεομηνίας ὑπὸ τὴν
νυκτερινὴν μάλιστα πλήμην, ὥστε ἀρχομένης ἤδη τῆς εἰσαγωγῆς, ὅταν ἠρεμῇ τὸ πέλαγος, ὑπʼ αὐτοῦ
φέρεσθαι τοῖς ἐπὶ τοῦ στόματος παραπλήσιον βοῇ <lb n="25"/> στρατοπέδου μακρόθεν ἀκουομένῃ, καὶ μετʼ
ὀλίγον αὐτὴν ἐπιτρέχειν τοῖς τενάγεσι ῥοίζῳ τὴν θάλασσαν.</p></div><div type="textpart" subtype="paragraph" n="47"><p>47. Ἐπίκειται δὲ τοῖς Βαρυγάζοις κατὰ τὰ μεσόγεια πλείονα ἔθνη, τό τε τῶν Ἀρατρίων καὶ
Ἀραχωσίων καὶ Γανδαραίων καὶ τῆς Προκλαΐδος, ἐν ᾗ ἡ Βουκέφαλος <pb n="293"/> Ἀλεξάνδρεια. Καὶ τούτων
ἐπάνω μαχιμώτατον ἔθνος Βακτριανῶν, ὑπὸ βασιλέα ὄντων ἰδιότοπον. Καὶ Ἀλέξανδρος ὁρμηθεὶς ἀπὸ τῶν
μερῶν τούτων ἄχρι τοῦ Γάγγους διῆλθε, καταλιπὼν τήν τε Λιμυρικήν <lb n="5"/> καὶ τὰ νότια τῆς
Ἰνδικῆς· ἀφʼ οὗ μέχρι νῦν ἐν Βαρυγάζοις παλαιαὶ προχωροῦσι δραχμαὶ, γράμμασιν Ἑλληνικοῖς
ἐγκεχαραγμέναι ἐπίσημα τῶν μετʼ Ἀλέξανδρον βεβασιλευκότων Ἀπολλοδότου καὶ Μενάνδρου.</p></div><div type="textpart" subtype="paragraph" n="48"><p>48. Ἔνι δὲ αὐτῇ καὶ ἐξ ἀνατολῆς πόλις λεγομένη <lb n="10"/> Ὀζήνη, ἐν ᾗ καὶ τὰ βασίλεια
πρότερον ἦν· ἀφʼ ἧς πάντα τὰ πρὸς εὐθηνίαν τῆς χώρας εἰς Βαρύγαζα καταφέρεται καὶ τὰ πρὸς ἐμπορίαν
τὴν ἡμετέραν, ὀνυχίνη λιθία καὶ μουρρίνη καὶ σινδόνες Ἰνδικαὶ καὶ μολόχιναι καὶ ἱκανὸν χυδαῖον
ὀθόνιον. Κατάγεται δὲ διʼ αὐτῆς <lb n="15"/> καὶ ἀπὸ τῶν ἄνω τόπων ἡ διὰ Προκλαΐδος καταφερομένη
νάρδος ἡ Καττυβουρίνη καὶ ἡ Πατροπαπίγη καὶ ἡ Καβαλίτη καὶ ἡ διὰ τῆς παρακειμένης Συυθίας, ὃ τε
κόστος καὶ ἡ βδέλλα.</p></div><div type="textpart" subtype="paragraph" n="49"><p>49. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον οἶνος προηγουμένως <lb n="20"/> Ἰταλικὸς καὶ Λαοδικηνὸς
καὶ Ἀραβικὸς καὶ χαλκὸς καὶ κασσίτερος καὶ μόλυβδος, κοράλλιον καὶ χρυσόλιθον, ἱματισμὸς ἀπλοῦς καὶ
νόθος παντοῖος, πολύμιτοι ζῶναι πηχυαῖαι, στύραξ, μελίλωτον, ὕαλος ἀργὴ, σανδαράκη, στίμμι, δηνάριον
χρυσοῦν καὶ ἀργυροῦν, ἔχον ἀλλαγὴν <lb n="25"/> καὶ ἐπικέρδειάν τινα πρὸς τὸ ἐντόπιον νόμισμα, μύρον
οὐ βαρύτιμον οὐδὲ πολύ· τῷ δὲ βασιλεῖ κατʼ ἐκείνους τοὺς καιροὺς εἰσφερόμενα βαρύτιμα ἀργυρώματα καὶ
μουσικὰ καὶ παρθένοι εὐειδεῖς πρὸς παλλακίαν καὶ διάφορος οἶνος καὶ ἱματισμὸς ἁπλοῦς πολυτελὴς καὶ
<lb n="30"/> μύρον ἔξοχον. Φέρεται δὲ ἀπὸ τούτων τῶν τόπων νάρδος, κόστος, βδέλλα, ἐλέφας, ὀνυχίνη
λιθία καὶ μουρρίνη καὶ λύκιον καὶ ὀθόνιον παντοῖον καὶ Σηρικὸν καὶ μολόχινον καὶ νῆμα καὶ πέπερι
μακρὸν καὶ τὰ ἀπὸ τῶν ἐμπορίων φερόμενα. Ἀποπλέουσι δὲ κατὰ καιρὸν <lb n="35"/> οἱ ἀπὸ τῆς Aἰγύπτου
εἰς τὸ ἐμπόριον ἀναγόμενοι περὶ τὸν Ἰούλιον μῆνα, ὅς ἐστιν Ἐπιφί.</p><pb n="294"/></div><div type="textpart" subtype="paragraph" n="50"><p>50. Μετὰ δὲ τὰ Βαρύγαζα εὐθέως ἡ συναφὴς ἤπειρος ἐκ τοῦ βορέου εἰς τὸν νότον παρεκτείνει·
διὸ καὶ Δαχιναβάδης καλεῖται ἡ χώρα· δάχανος γὰρ καλεῖται ὁ νότος τῆ αὐτῶν γλώσσῃ. Ταύτης ἡ μὲν
ὑπερκειμένη <lb n="5"/> πρὸς ἀνατολὰς μεσόγειος ἐμπεριέχει χώρας τε πολλὰς καὶ ἐρήμους καὶ ὄρη
μεγάλα καὶ θηρίων γένη παντοίων, παρδάλεις τε καὶ τίγρεις καὶ ἐλέφαντας καὶ δράκοντας ὑπερμεγέθεις
καὶ κροκόττας καὶ κυνοκεφάλων πλεῖστα γένη, ἕθνη τε πλεῖστα καὶ πολυάνθρωπα μέχρι τοῦ <lb n="10"/>
Γάγγους.</p></div><div type="textpart" subtype="paragraph" n="51"><p>51. Τῶν δὲ ἐν αὐτῇ τῇ Δαχιναβάδει δύο ἐστὶ τὰ διασημότατα ἐμπόρια, Παίθανα μὲν ἀπὸ
Βαρυγάζων ἀπέχοντα ὁδὸν ἡμερῶν εἴκοσι πρὸς νότον, ἀπὸ δὲ ταύτης ὡς ἡμερῶν δέκα πρὸς ἀνατολὴν ἑτέρα
πόλις μεγίστη <lb n="15"/> Τάγαρα. Κατάγεται δὲ ἐξ αὐτῶν, πορείαις ἁμαξῶν καὶ ἀνοδίαις μεγίσταις εἰς
τὰ Βαρύγαζα ἀπὸ μὲν Παιθάνων ὀνυχίνη λιθία πλείστη, ἀπὸ δὲ Ταγάρων ὀθόνιον πολὺ χυδαῖον καὶ σινδόνων
παντοῖα καὶ μολόχινα καί τινα ἄλλα τοπικῶς ἐκεῖ προχωροῦντα <lb n="20"/> φορτία τῶν παραθαλασσίων
μερῶν. Ὁ δὲ ὅλος παράπλους μέχρι τῆς Λιμυρικῆς ἐστὶ σταδίων ἑπτακισχιλίων, πλεῖστοι δὲ εἰς
Aἰγιαλόν.</p></div><div type="textpart" subtype="paragraph" n="52"><p>52. Τοπικὰ δὲ ἐμπόρια κατὰ τὸ ἑξῆς κείμενα Ἀκαβάρου, <pb n="296"/> Σούππαρα, Καλλίενα
πόλις, ἐπὶ τῶν Σαραγάνου τοῦ πρεσβυτέρου χρόνων ἐμπόριον ἔνθεσμον γενόμενον· μετὰ γὰρ τὸ κατασχεῖν
αὐτὴν Σανδένην ἐκωλύθη ἐπὶ πολὺ, καὶ γὰρ τὰ ἐκ τύχης εἰς τούτους <lb n="5"/> τοὺς τόπους εἰσβάλλοντα
πλοῖα Ἑλληνικὰ μετὰ φυλακῆς εἰς Βαρύγαζα εἰσάγεται.</p></div><div type="textpart" subtype="paragraph" n="53"><p>53. Μετὰ δὲ Καλλίεναν ἄλλα ἐμπόρια τοπικὰ Εήμυλλα καὶ Μανδαγόρα καὶ Παλαιπάτμαι καὶ
Μελιζειγάρα <pb n="296"/> καὶ Βυζάντιον <supplied reason="omitted">καὶ</supplied> Τοπαρὸν καὶ
Τυραννοσβόας. Εἶτα Σησεκρείεναι λεγόμεναι νῆσοι καὶ ἡ τῶν Aἰγιδίων καὶ ἡ τῶν Καινειτῶν κατὰ τὴν
λεγομένην Χερσόνησον, καθʼ οὓς τόπους εἰσὶ πειραταὶ, καὶ μετὰ <lb n="5"/> ταύτην Λευκὴ νῆσος. Εἶτα
Νάουρα καὶ Τύνδις τὰ πρῶτα ἐμπόρια τῆς Λιμυρικῆς, καὶ μετὰ ταύτας, Μουζιρὶς καὶ Νέλκυνδα, αἱ νῦν
πράσσουσαι.</p></div><div type="textpart" subtype="paragraph" n="54"><p>54. Βασιλείας δʼ ἐστὶν ἡ μὲν Τύνδις Κηπροβότρου, <pb n="297"/> κώμη παραθαλάσσιος ἔνσημος·
ἡ δὲ Μουζιρὶς βασιλείας μὲν τῆς αὐτῆς, ἀκμάζουσα δὲ τοῖς ἀπὸ τῆς Ἀριακῆς εἰς αὐτὴν ἐρχομένοις
πλοίοις καὶ τοῖς Ἑλληνικοῖς· κεῖται δὲ παρὰ ποταμὸν, ἀπέχουσα ἀπὸ μὲν <lb n="5"/> Τύνδεως διὰ τοῦ
ποταμοῦ καὶ διὰ θαλάσσης σταδίους πεντακοσίους, ἀπὸ δὲ τοῦ <gap reason="omitted" extent="unknown"/>
κατʼ αὐτὴν εἴκοσι. Ἡ δὲ gentu, Νέλκυνδα σταδίους μὲν ἀπὸ Μουζιρέως ἀπέχει σχεδὸν πεντακοσίους,
ὁμοίως διά τε ποταμοῦ <del>καὶ πεζῇ</del> καὶ διὰ θαλάσσης, βασιλείας δέ ἐστιν ἑτέρας, τῆς <lb n="10"/> Πανδίονος· κεῖται δὲ καὶ αὐτὴ παρὰ ποταμὸν, ὡσεὶ ἀπὸ σταδίων ἑκατὸν εἴκοσι τῆς
θαλάσσης.</p></div><div type="textpart" subtype="paragraph" n="55"><p>55. Ἑτέρα δὲ κατʼ αὐτὸ τὸ στόμα τοῦ ποταμοῦ πρόκειται κώμη βακαρὴ, εἰς ἣν ἀπὸ Νελκύνδων
ἐπὶ <pb n="298"/> τῆς ἀναγωγῆς προκαταβαίνουσι τὰ πλοῖα καὶ ἐπὶ σάλου διορμίζεται πρὸς ἀνάληψιν τῶν
φορτίων διὰ δὴ τὸν ποταμὸν ἕρματα καὶ διάπλους ἔχειν ἐλαφρούς. Αὐτοὶ δὲ οἱ βασιλεῖς ἀμφοτέρων τῶν
ἐμπορίων ἐν τῆ μεσογείᾳ <lb n="5"/> κατοικοῦσι. Καὶ περὶ τούσδε τοὺς τόπους τοῖς ἐκ πελάγους
<supplied reason="omitted">ἐρχομένοις</supplied> σημεῖον ἐπιβολῆς εἰσιν οἱ προαπαντῶντες ὄφεις,
μέλανες μὲν καὶ αὐτοὶ τὴν χρόαν, βραχύτεροι δὲ καὶ δρακοντοειδεῖς τὴν κεφαλήν καὶ τοῖς ὄμμασιν
αἱματώδεις.</p><lb n="10"/></div><div type="textpart" subtype="paragraph" n="56"><p>56. Πλεῖ δὲ εἰς τὰ ἐμπόρια ταῦτα μεγάλα πλοῖα διὰ τὸν ὄγκον καὶ τὸ πλῆθος τοῦ πεπέρεως καὶ
τοῦ μαλαβάθρου. Προχωρεῖ δὲ εἰς αὐτὴν προηγουμένως χρήματα πλεῖστα, χρυσόλιθα, ἱματισμὸς ἁπλοῦς οὐ
πολὺς, πολύμιτα, στίμμι, κοράλλιον, ὕαλος ἀργὴ, <lb n="15"/> χαλκὸς, κασσίτερος, μόλυβδος, σἶνος οὐ
πολὺς, ὡσεὶ δὲ τοσοῦτον ὅσον ἐν Βαρυγάζοις, σανδαράκη, ἀρσενικὸν, σῑτος δὲ ὅσος ἀρκέσει τοῖς περὶ τὸ
ναυκλήριον διὰ τὸ μὴ τοὺς ἐμπόρους αὐτῷ χρῆσθαι. Φέρεται δὲ πέπερι μονογενῶς ἐν ἑνὶ τόπῳ τούτων τῶν
ἐμπορίων <lb n="20"/> γεννώμενον πολὺ, τῇ λεγομένῃ Κοττοναρικῇ· φέρεται δὲ καὶ μαργαρίτης ἱκανὸς καὶ
διάφορος καὶ ἐλέφας καὶ ὀθόνια Σηρικὰ καὶ νάρδος ἡ Γαγγητικὴ καὶ μαλάβαθρον ἐκ τῶν ἔσω τόπων εἰς
αὐτὴν, καὶ λιθία διαφανὴς παντοία καὶ ἀδάμας καὶ ὑάκινθος καὶ χελώνη ἥ τε Χρυσονησιωτικὴ <lb n="25"/> καὶ ἡ περὶ τὰς νήσους θηρευομένη τὰς προκειμένας αὐτῆς τῆς Λιμυρικῆς. Πλέουσι δὲ εἰς αὐ τὴν οἱ
κατὰ καιρὸν ἀναγόμενοι ἀπʼ Αἰγύπτου περὶ τὸν Ἰούλιον μῆνα, ὃ ἐστιν Ἐπιφί.</p></div><div type="textpart" subtype="paragraph" n="57"><p>57. Τοῦτον δὲ ὅλον τὸν εἰρημένον περίπλουν ἀπὸ <lb n="30"/> Κανῆς καὶ τῆς Εὐδαίμονος
Ἀραβίας οἱ μὲν <gap reason="omitted" extent="unknown"/>μικροτέροις πλοίοις περικολπίζοντες ἔπλεον,
πρῶτος δὲ Ἵππαλος <pb n="299"/> κυβερνήτης, κατανοήσας τὴν θέσιν τῶν ἐμπορίων καὶ τὸ σχῆμα τῆς
θαλάσσης, τὸν διὰ πελάγους ἐξεῦρε πλοῦν, ἀφʼ οὐ καὶ τοπικῶς ἐκ τοῦ ὠκεανοῦ φυσώντων, κατὰ τὸν καιρὸν
τῶν παῤ ἡμῖν, ἐτησίων ἐν τῶ Ἰνδικῷ πελάγει <lb n="5"/> ὁ λιβόνοτος φαίνεται <supplied reason="omitted">ἵππαλος</supplied> προςονομάζεσθαι <supplied reason="omitted">ἀπὸ τῆς προσηγορίας
τοῦ πρώτως ἐξευρηκότος τὸν διάπλουν</supplied>. Ἀφʼ οὗ μέχρι καὶ νῦν τινὲς μὲν εὐθὺς ἀπὸ τῶν Κανῆς,
τινὲς δὲ ἀπὸ τῶν Ἀρωμάτων ἀφιέντες οἱ μὲν εἰς Λιμυρικὴν πλέοντες ἐπὶ πλεῖον τραχηλίζοντες, <lb n="10"/> οἱ δὲ εἰς Βαρύγαζα οἵ τε εἰς Σκυθίαν οὐ πλεῖον ἢ τρεῖς ἡμέρας ἀντέχουσι καὶ τὸ λοιπὸν
παρεπίφορον πρὸς ἴδιον δρόμον <gap reason="omitted" extent="unknown"/> ἐκ τῆς χώρας ὑψηλοὶ διὰ τοῦ
ἔξωθεν γῆς παραπλέουσι τοὺς προειρημένους κόλπους.</p></div><div type="textpart" subtype="paragraph" n="58"><p>58. Ἀπὸ δὲ Βακαρῆς τὸ λεγόμενον Πυρρὸν ὄρος ἄλλῃ <lb n="15"/> παρήκει χώρα τῆ <gap reason="omitted" extent="unknown"/>κης η <gap reason="omitted" extent="unknown"/>Παραλίᾳ λεγομένῃ
πρὸς αὐτὸν τὸν νότον <del>ἐν ᾗ καὶ κολύμβησίς ἐστιν ὑπὸ τὸν βασιλέα Πανδίονα πινικοῦ καὶ πόλις ἡ
λεγομένη Κόλχοι.</del> Πρῶτος τόπος Βαλίτα καλούμενος ὅρμον καλὸν ἔχων καὶ κώμην παραθαλάσσιον· ἀπὸ
δὲ ταύτης ἐστὶν <pb n="300"/> ἕτερος τόπος τὸ Κομὰρ λεγόμενον, ἐν ᾧ τόπῳ βριάριόν<gap reason="omitted" extent="unknown"/> ἐστι καὶ λιμὴν, εἰς ὃν οἱ βουλόμενοι τὸν μέλλοντα αὐτοῖς χρόνον
ἱεροὶ γενέσθαι ἐρχόμενοι ἀπολούονται καὶ χῆροι μένουσιν αὐτοῦ· τὸ δὲ αὐτὸ καὶ γυναῖκες· ἱστορεῖται
<lb n="5"/> γὰρ τὴν θεὸν ἐκεῖ ἐπιμεῖναι κατά τινα χρόνον καὶ ἀπολελοῦσθαι.</p></div><div type="textpart" subtype="paragraph" n="59"><p>59. Ἀπὸ δὲ τοῦ Κομαρεὶ ἐκτείνουσα <del>πρὸς τὸν νότον</del> χώρα μέχρι Κόλχων, ἐν ᾗ
κολύμβησις τοῦ πινικοῦ ἐστίν ἀπὸ δὲ κατακρισίμων κατεργάζεται· ὑπὸ τὸν <lb n="10"/> βασιλέα Πανδίονά
ἐστι. Μετὰ δὲ Κόλχους ἐκδέχεται πρότερος <gap reason="omitted" extent="unknown"/>αἰγιαλὸς ἐν κόλπῳ
κείμενος, ἔχων χῶρον μεσόγειον, λεγόμενον Ἀργάλου· ἐν ἑνὶ τόπῳ <gap reason="omitted" extent="unknown"/>τερονεῖται <pb n="301"/> τὸ παῤ αὐτὴν τὴν Ἠπιοδώρου <supplied reason="omitted">νῆσον</supplied> συλλεγόμενον πινικόν· φέρονται γὰρ ἐξ αὐτῆς σινδόνες, <gap reason="omitted" extent="unknown"/></p></div><div type="textpart" subtype="paragraph" n="60"><p>60. Τῶν δὲ τοπικῶν ἐμπορίων τε καὶ ὅρμων, εἰς οὃς <lb n="5"/> οἵ τε ἀπὸ τῆς Aιμυρικῆς καὶ
ἀπʼ ἄρκτου πλέοντες κατάγονται, ἐπισημότερα καὶ κατὰ τὸ ἑξῆς κείμενά ἐστιν ἐμπόρια Καμάρα καὶ
Ποδούκη καὶ Σωπάτμα, ἐν οἷς τοπικὰ μέν ἐστι πλοῖα μέχρι Λιμυρικῆς παραλεγόμενα τὴν γῆν, ἕτερα ὃ ἐκ
μονοξύλων πλοίων μεγίστων <lb n="10"/> ἁφαῖς ἐζευγμένων, λεγόμενα σάγγαρα, τὰ δὲ εἰς τὴν Χρυσῆν καὶ
εἰς τὸν Γάγγην διαίροντα κολανδιοφωντα τὰ μέγιστα. Προχωρεῖ δὲ εἰς τοὺς τόπους πάντα τὰ εἰς τὴν
Aιμυρικὴν ἐργαζόμενα, καὶ σχεδὸν εἰς αὐτοὺς καταντᾷ τό τε χρῆμα τὸ ἀπʼ Aἰγύπτου φερόμενον τῷ <lb n="15"/> παντὶ χρόνῳ καὶ τὰ πλεῖστα γένη πάντων τῶν ἀπὸ Λιμυρικῆς φερομένων, <supplied reason="omitted">καὶ</supplied> διὰ ταύτης τῆς παραλίας ἐπιχορηγουμένων.</p></div><div type="textpart" subtype="paragraph" n="61"><p>61. Περὶ δὲ τὴν μετʼ αὐτὴν χώραν, ἤδη πρὸς ἀνατολὴν τοῦ πλοὸς ἀπονεύοντος, εἰς πέλαγος
ἔκκειται <lb n="20"/> πρὸς αὐτὴν τὴν δύσιν νῆσος λεγομένη Παλαισιμούνδου, <pb n="302"/> παρὰ δὲ τοῖς
ἀρχαίοις αὐτῶν Ταπροβάνη. Ταύτης τὰ μὲν πρὸς βορέαν ἐστὶν ἥμερα καὶ διαπλεῖται τοῖς εἰς τὸν
πλιονακιστινει καὶ σχεδὸν εἰς τὸ κατʼ αὐτῆς ἀντιπαρακείμενον Ἀζανίας παρήκει. Γίνεται δὲ ἐν αὐτῇ
πινικὸν <lb n="5"/> καὶ λιθία διαφανής καὶ σινδόνες καὶ χελῶναι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>