<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:9-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:9-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="9"><sp><p>τοιαῦτα
καὶ σφᾶς καταλαβεῖν ἔφασκεν ὁ ναύκληρος ἔτι
καὶ νυκτὸς οὔσης καὶ ζόφου ἀκριβοῦς. ἀλλὰ πρὸς
τὴν οἰμωγὴν αὐτῶν ἐπικλασθέντας τοὺς θεοὺς πῦρ
τε ἀναδεῖξαι ἀπὸ τῆς Λυκίας, ὡς γνωρίσαι τὸν
τόπον ἐκεῖνον, καί τινα λαμπρὸν ἀστέρα Διοσκούρων
τὸν ἕτερον ἐπικαθίσαι τῷ καρχησίῳ καὶ
κατευθῦναι τὴν ναῦν ἐπὶ τὰ λαιὰ ἐς τὸ πέλαγος
ἤδη τῷ κρημνῷ προσφερομένην. τοὐντεῦθεν δὲ
ἅπαξ τῆς ὀρθῆς ἐκπεσόντας διὰ τοῦ Αἰγαίου
πλεύσαντας ἑβδομηκοστῇ ἀπ' Αἰγύπτου ἡμέρᾳ
πρὸς ἀντίους τοὺς ἐτησίας πλαγιάζοντας ἐς Πειραιᾶ
χθὲς καθορμίσασθαι τοσοῦτον ἀποσυρέντας ἐς τὸ


<pb n="v.6.p.440"/>

κάτω, οὓς ἔδει τὴν Κρήτην δεξιὰν λαβόντας ὑπὲρ
τὴν
<note xml:lang="mul" n="6.440.1">τὴν Reitz: τὸν MSS.</note>
 Μαλέαν πλεύσαντας ἤδη εἶναι ἐν Ἰταλίᾳ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Νὴ Δία, θαυμάσιόν τινα φὴς κυβερνήτην τὸν
Ἥρωνα ἢ τοῦ Νηρέως ἡλικιώτην, ὃς τοσοῦτον
 ἀπεσφάλη τῆς ὁδοῦ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="10"><sp><p>ἀλλὰ τί τοῦτο; οὐκ Ἀδείμαντος
ἐκεῖνός ἐστι;</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Πάνυ μὲν οὖν, Ἀδείμαντος αὐτός. ἐμβοήσωμεν
οὖν. Ἀδείμαντες, σέ φημι τὸν Μυρρινούσιον τὸν
Στρομβίχου.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Δυεῖν θάτερον, ἢ δυσχεραίνει καθ' ἡμῶν ἢ
ἐκκεκώφωται. Ἀδείμαντος γάρ, οὐκ ἄλλος τίς
ἐστι. Πάνυ ἤδη σαφῶς ὁρῶ, καὶ θοἰμάτιον αὐτοῦ
καὶ τὸ βάδισμα ἐκείνου, καὶ ἐν χρῷ ἡ κουρά.
ἐπιτείνωμεν δὲ ὅμως τὸν περίπατον, ὡς καταλάβωμεν
 αὐτόν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="11"><sp><p>ἢν μὴ τοῦ ἱματίου λαβόμενοι σε
ἐπιστρέψωμεν, ὦ Ἀδείμαντε, οὐχ ὑπακούσει
<note xml:lang="mul" n="6.440.2">ὑπακούσει Jacobitz: ὑπακούσεις MSS.</note>

ἡμῖν βοῶσιν, ἀλλὰ καὶ φροντίζοντι ἔοικας ἐπὶ
συννοίας τινὸς οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον
πρᾶγμα, ὡς δοκεῖς, ἀνακυκλῶν.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Οὐδέν, ὦ Λυκῖνε, χαλεπόν, ἀλλά με κενή τις
ἔννοια μεταξὺ βαδίζοντα ὑπελθοῦσα παρακοῦσαι
ὑμῶν ἐποίησεν ἀτενὲς πρὸς αὐτὴν ἅπαντι τῷ λογισμῷ
ἀποβλέποντα.</p></sp><pb n="v.6.p.442"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τίς αὕτη; μὴ γὰρ ὀκνήσῃς εἰπεῖν, εἰ μή τίς
ἐστι τῶν πάνυ ἀπορρήτων. καίτοι ἐτελέσθημεν,
ὡς οἶσθα, καὶ σιγᾶν
<note xml:lang="mul" n="6.442.1">σιγᾶν Solanus: σέ γ' ἂν MSS.</note>
 μεμαθήκαμεν.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Ἀλλ' αἰσχύνομαι ἔγωγε εἰπεῖν πρὸς ὑμᾶς.
οὕτω γὰρ μειρακιῶδες ὑμῖν δόξει τὸ φρόντισμα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Μῶν ἐρωτικόν τί ἐστιν; οὐδὲ γὰρ οὐδὲ τοῦτο
ἀμυήτοις ἡμῖν ἐξαγορεύσεις, ἀλλὰ ὑπὸ λαμπρᾷ τῇ
δᾳδὶ καὶ αὐτοῖς τετελεσμένοις.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Οὐδέν, ὦ θαυμάσιε, τοιοῦτον, ἀλλά τινα πλοῦτον
ἐμαυτῷ ἀνεπλαττόμην, ἣν κενὴν μακαρίαν οἱ
πολλοὶ
<note xml:lang="mul" n="6.442.2">πολλοὶ ΓΝΦ: παλαιοὶ other MSS.</note>
 καλοῦσιν, καί μοι ἐν ἀκμῇ τῆς περιουσίας
καὶ τρυφῆς ἐπέστητε.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν τὸ προχειρότατον τοῦτο, κοινὸς Ἑρμᾶς
 φασι, καὶ ἐς μέσον κατατίθει φέρων τὸν πλοῦτον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="12"><sp><p>
ἄξιον γὰρ ἀπολαῦσαι τὸ μέρος φίλους ὄντας τῆς
Αδειμάντου τρυφῆς.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Ἀπελείφθην μὲν ὑμῶν εὐθὺς ἐν τῇ πρώτῃ ἐς
τὴν ναῦν ἐπιβάσει, ἐπεὶ σέ, ὦ Λυκῖνε, κατέστησα
ἐς τὸ ἀσφαλές. περιμετροῦντος γάρ μου τῆς
ἀγκύρας τὸ πάχος οὐκ οἶδ’ ὅπου ὑμεῖς ἀπέστητε.
</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>