<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:5-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:5-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="5"><sp><p>ἀλλὰ μεταξὺ λόγων,


<pb n="v.6.p.436"/>

ἡλίκη ναῦς, εἴκοσι καὶ ἑκατὸν πήχεων ἔλεγε ὁ
ναυπηγός τὸ μῆκος, εὖρος δὲ ὑπὲρ τὸ τέταρτον
μάλιστα τούτου, καὶ ἀπὸ τοῦ καταστρώματος ἐς
τὸν πυθμένα, ᾗ βαθύτατον κατὰ τὸν ἄντλον, ἐννέα
πρὸς τοῖς εἴκοσι. τὰ δ’ ἄλλα ἡλίκος μὲν ὁ ἱστός,
ὅσην δὲ ἀνέχει τὴν κεραίαν, οἵῳ δὲ προτόνῳ
συνέχεται, ὡς δὲ ἡ πρύμνα μὲν ἐπανέστηκεν ἠρέμα
καμπύλη χρυσοῦν χηνίσκον ἐπικειμένη, καταντικρὺ
δὲ ἀνάλογον ἡ πρῷρα ὑπερβέβηκεν ἐς τὸ πρόσω
ἀπομηκυνομένη, τὴν ἐπώνυμον τῆς νεὼς θεὸν
ἔχουσα τὴν Ἶσιν ἑκατέρωθεν. ὁ μὲν γὰρ ἄλλος
κόσμος, αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον
πυραυγές, καὶ πρὸ τούτων αἱ ἄγκυραι καὶ στροφεῖα
καὶ περιαγωγεῖς καὶ αἱ κατὰ
<note xml:lang="mul" n="6.436.1">κατὰ Seager: μετὰ MSS.</note>
 τὴν πρύμναν
 οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξεν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="6"><sp><p>καὶ τὸ τῶν
ναυτῶν πλῆθος στρατοπέδῳ ἄν τις εἰκάσειεν.
ἐλέγετο δὲ καὶ τοσοῦτον ἄγειν σῖτον, ὡς ἱκανὸν
εἶναι πᾶσι τοῖς ἐν τῇ Ἀττικῇ ἐνιαύσιον πρὸς
τροφήν. κἀκεῖνα πάντα μικρός τις ἀνθρωπίσκος
γέρων ἤδη ἔσωζεν ὑπὸ λεπτῇ κάμακι τὰ τηλικαῦτα
πηδάλια περιστρέφων· ἐδείχθη γάρ μοι ἀναφαλαντίας
τις, οὖλος, Ἥρων, οἶμαι, τοὔνομα.</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Θαυμάσιος τὴν τέχνην, ὡς ἔφασκον οἱ ἐμπλέοντες,
καὶ τὰ θαλάττια σοφὸς ὑπὲρ τὸν Πρωτέα.
</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="7"><sp><p> ἠκούσατε δὲ ὅπως δεῦρο κατήγαγε τὸ πλοῖον, οἷα
ἔπαθον πλέοντες ἢ ὡς ὁ ἀστὴρ αὐτοὺς ἔσωσεν;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὔκ, ὦ Τιμόλαε, ἀλλὰ νῦν ἡδέως ἂν ἀκούσαιμεν.</p></sp><pb n="v.6.p.438"/><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Ὁ ναύκληρος αὐτὸς διηγεῖτό μοι, χρηστὸς ἀνὴρ
καὶ προσομιλῆσαι δεξιός. ἔφη δὲ ἀπὸ τῆς Φάρου
ἀπάραντας οὐ πάνυ βιαίῳ πνεύματι ἑβδομαίους
ἰδεῖν τὸν Ἀκάμαντα, εἶτα ζεφύρου ἀντιπνεύσαντος
ἀπενεχθῆναι πλαγίους ἄχρι Σιδῶνος, ἐκεῖθεν δὲ
χειμῶνι μεγάλῳ περιπεσόντας δεκάτῃ ἐπὶ Χελιδονέας
διὰ τοῦ Αὐλῶνος ἐλθεῖν, ἔνθα δὴ παρὰ
 μικρὸν ὑποβρυχίους δῦναι ἅπαντας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="8"><sp><p>οἶδα δέ ποτε
παραπλεύσας καὶ αὐτὸς Χελιδονέας ἡλίκον ἐν τῷ
τόπῳ ἀνίσταται τὸ κῦμα, καὶ μάλιστα περὶ τὸν
λίβα, ὁπόταν ἐπιλάβῃ καὶ τοῦ νότου· κατ' ἐκεῖνο
γὰρ δὴ συμβαίνει μερίζεσθαι τὸ Παμφύλιον ἀπὸ
τῆς Λυκιακῆς θαλάττης, καὶ ὁ κλύδων ἅτε ἀπὸ
πολλῶν ῥευμάτων περὶ τῷ ἀκρωτηρίῳ σχιζόμενος—ἀπόξυροι
δέ εἰσι πέτραι καὶ ὀξεῖαι παραθηγόμεναι
τῷ κλύσματι—καὶ φοβερωτάτην ποιεῖ τὴν
κυματωγὴν καὶ τὸν ἦχον μέγαν, καὶ τὸ κῦμα
 πολλάκις αὐτῷ ἰσομέγεθες τῷ σκοπέλῳ.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>