<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:45-46</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:45-46</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="45"><sp><p>τί ἂν αἰτιάσαιο, ὦ Λυκῖνε, τῆς
εὐχῆς;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐδέν, ὦ Τιμόλαε. οὐδὲ γὰρ ἀσφαλὲς ἐναντιοῦσθαι
ἀνδρὶ πτηνῷ καὶ ὑπὲρ μυρίους τὴν ἰσχύν,
πλὴν ἀλλὰ ἐκεῖνο ἐρήσομαί σε, εἴ τινα ἄλλον εἶδες
ἐν τοσούτοις ἔθνεσιν, ὅσα ὑπερέπτης, γέροντα ἤδη
ἄνδρα οὕτω παρακεκινηκότα τὴν γνώμην, ἐπὶ
δακτυλίου μικροῦ ὀχούμενον, ὄρη ὅλα κινεῖν ἄκρῳ
τῷ δακτύλῳ δυνάμενον, ἐπέραστον πᾶσι, καὶ
ταῦτα φαλακρὸν ὄντα καὶ τὴν ῥῖνα σιμόν; ἀτὰρ
εἰπέ μοι καὶ τόδε, τί δή ποτε οὐχ εἶς δακτύλιος
ἅπαντα ταῦτα δύναταί σοι, ἀλλὰ τοσούτους περιημμένος
βαδιῇ τὴν ἀριστερὰν πεφορτισμένος κατὰ
δάκτυλον ἕνα; μᾶλλον δὲ ὑπερπαίει ὁ ἀριθμός,
καὶ δεήσει καὶ τὴν δεξιὰν συνεπιλαβεῖν. καίτοι
ἑνὸς τοῦ ἀναγκαιοτάτου προσδεῖ, ὃς
<note xml:lang="mul" n="6.484.2">προσδεῖ ὃς edd.: πρὸς διὸς MSS.</note>
 περιθέμενόν
σε παύσει μωραίνοντα τὴν πολλὴν ταύτην κόρυζαν
ἀποξύσας. ἢ τοῦτο μὲν καὶ ὁ ἑλλέβορος ἱκανὸς
ποιῆσαι ζωρότερος ποθείς;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="46"><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p> Ἀλλὰ πάντως, ὦ Λυκῖνε, καὶ αὐτὸς εὔξῃ τι
ἤδη ποτέ, ὡς ἂν μάθωμεν οἷα αἰτήσεις ἀνεπίληπτα
καὶ ἀνέγκλητα ὁ συκοφαντῶν τοὺς ἄλλους.</p></sp><pb n="v.6.p.486"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἀλλ' οὐ δέομαι εὐχῆς ἐγώ. ἥκομεν γὰρ δὴ
πρὸς τὸ Δίπυλον, καὶ ὁ βέλτιστος οὑτοσὶ Σάμιππος
ἀμφὶ Βαβυλῶνα μονομαχῶν, καὶ σύ, ὦ Τιμόλαε,
ἀριστῶν μὲν ἐν Συρίᾳ, δειπνῶν δὲ ἐν Ἰταλίᾳ καὶ
τοῖς ἐμοὶ ἐπιβάλλουσι σταδίοις κατεχρήσασθε
καλῶς ποιοῦντες. ἄλλως τε οὐκ ἂν δεξαίμην
πλουτήσας ἐπ' ὀλίγον ὑπηνέμιόν τινα πλοῦτον
ἀνιᾶσθαι μετ' ὀλίγον ψιλὴν τὴν μᾶζαν ἐσθίων, οἷα
ὑμεῖς πείσεσθε μετ' ὀλίγον, ἐπειδὰν ἡ εὐδαιμονία
μὲν ὑμῖν καὶ ὁ πολὺς πλοῦτος οἴχηται ἀποπτάμενος,
αὐτοὶ δὲ καταβάντες ἀπὸ τῶν θησαυρῶν τε
καὶ διαδημάτων ὥσπερ ἐξ ἡδίστου ὀνείρατος
ἀνεγρόμενοι ἀνόμοια τὰ ἐπὶ τῆς οἰκίας εὑρίσκητε
ὥσπερ οἱ τοὺς βασιλεῖς ὑποκρινόμενοι τραγῳδοὶ
ἐξελθόντες ἀπὸ τοῦ θεάτρου λιμώττοντες οἱ πολλοί,
καὶ ταῦτα πρὸ ὀλίγου Ἀγαμέμνονες ὄντες ἢ
Κρέοντες. λυπήσεσθε οὖν, ὡς τὸ εἰκός, καὶ
δυσάρεστοι ἔσεσθε τὰ ἐπὶ τῆς οἰκίας, καὶ μάλιστα
σύ, ὦ Τιμόλαε, ὁπόταν δέῃ σε τὸ αὐτὸ παθεῖν τῷ
Ἰκάρῳ τῆς πτερώσεως διαλυθείσης καταπεσόντα
ἐκ τοῦ οὐρανοῦ χαμαὶ βαδίζειν ἀπολέσαντα τοὺς
δακτυλίους ἐκείνους ἅπαντας ἀπορρυέντας τῶν
δακτύλων. ἐμοὶ δὲ καὶ τοῦτο ἱκανὸν ἀντὶ πάντων
θησαυρῶν καὶ Βαβυλῶνος αὐτῆς τὸ γελάσαι μάλα
ἡδέως ἐφ' οἷς ὑμεῖς ᾐτήσατε τοιούτοις οὖσι, καὶ
ταῦτα φιλοσοφίαν ἐπαινοῦντες.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>