<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:41-42</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:41-42</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="41"><sp><p>  Ἀλλ' ἤδη σὸν αἰτεῖν, ὦ Τιμόλαε, καὶ ὅπως
ὑπερβαλῇ τούτους, ὥσπερ εἰκὸς ἄνδρα συνετὸν
καὶ πράγμασιν χρῆσθαι εἰδότα.</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Σκόπει γοῦν, ὦ Λυκῖνε, εἴ τι ἐπιλήψιμον εὔξομαι
καὶ ὅ τι ἂν εὐθῦναί τις δυνηθείη. χρυσὸν


<pb n="v.6.p.480"/>

μὲν οὖν καὶ θησαυροὺς καὶ μεδίμνους νομίσματος
ἢ βασιλείας καὶ πολέμους καὶ δείματα ὑπὲρ τῆς
ἀρχῆς, εἰκότως
<note xml:lang="mul" n="6.480.1">ἃ εἰκότως MSS.: ἃ del. Bekker.</note>
 διέβαλες, οὐκ αἰτήσομαι. ἀβέβαια
γὰρ ταῦτά γε καὶ πολλὰς τὰς ἐπιβουλὰς
ἔχοντα καὶ πλέον τοῦ ἡδέος τὸ ἀνιαρὸν ἐν αὐτοῖς
 ἦν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="42"><sp><p>ἐγὼ δὲ βούλομαι τὸν Ἑρμῆν ἐντυχόντα μοι
δοῦναι δακτυλίους τινὰς τοιούτους τὴν δύναμιν,
ἕνα μὲν ὥστε ἀεὶ ἐρρῶσθαι καὶ ὑγιαίνειν τὸ
σῶμα καὶ ἄτρωτον εἶναι καὶ ἀπαθῆ, ἕτερον δὲ
ὡς μὴ ὁρᾶσθαι τὸν περιθέμενον, οἷος ἦν ὁ τοῦ
Γύγου, τὸν δέ τινα ὡς ἰσχύειν ὑπὲρ ἄνδρας
μυρίους καὶ ὅ τι ἂν ἄχθος ἅμα μυρίοι κινῆσαι
μόλις δύναιντο, τοῦτο ἐμὲ ῥᾳδίως μόνον ἀνατίθεσθαι,
ἔτι δὲ καὶ πέτεσθαι πολὺ ἀπὸ τῆς γῆς
ἀρθέντα, καὶ πρὸς τοῦτο εἶναί μοι δακτύλιόν τινα.
καὶ μὴν καὶ ἐς ὕπνον κατασπᾶν ὁπόσους ἂν
ἐθέλω καὶ ἅπασαν θύραν προσιόντι μοι ἀνοίγεσθαι
χαλωμένου τοῦ κλείθρου καὶ τοῦ μοχλοῦ ἀφαιρουμένου,
ταῦτα ἀμφότερα εἷς δακτύλιος δυνάσθω.
</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>