<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:35-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:35-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="35"><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p> Ἀλλ' ἐγὼ μέν φημι δεῖν ὑμᾶς τὸ πεζὸν ἀπιέναι
τὴν ἐπὶ Κτησιφῶντος, ἡμᾶς δὲ τὸ ἱππικὸν αὐτοῦ
μένειν τὴν Βαβυλῶνα διαφυλάξοντας.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἀποδειλιᾷς καὶ σύ, ὦ Ἀδείμαντε, πλησίον τοῦ
κινδύνου γενόμενος; σοὶ δὲ τί δοκεῖ, ὦ Τιμόλαε;</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Ἁπάσῃ τῇ στρατιᾷ βαδίζειν ἐπὶ τοὺς πολεμίους,
μηδὲ περιμένειν ἔστ' ἂν ἄμεινον παρασκευάσωνται
πανταχόθεν τῶν συμμάχων προσγενομένων, ἀλλ’
ἕως ἔτι καθ' ὁδόν εἰσιν οἱ πολέμιοι, ἐπιχειρῶμεν
αὐτοῖς.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Εὖ λέγεις. σὺ δὲ τί, ὦ Λυκῖνε, δοκιμάζεις;</p></sp><pb n="v.6.p.472"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἐγώ σοι φράσω. ἐπειδὴ κεκμήκαμεν συντόνως
ὁδεύοντες, ὁπότε κατῄειμεν ἕωθεν ἐς τὸν Πειραιᾶ,
καὶ νῦν ἤδη τριάκοντά που σταδίους προκεχωρήκαμεν
καὶ ὁ ἥλιος πολύς, κατὰ μεσημβρίαν γὰρ
ἤδη μάλιστα, ἐνταῦθά που ἐπὶ τὰς ἐλαίας ἐπὶ τῆς
ἀνατετραμμένης
<note xml:lang="mul" n="6.472.1">ἀνατετραμμένης Gesner: ἀναγεγραμμένης MSS.</note>
 στήλης καθίσαντας ἀναπαύσασθαι,
εἶτα οὕτως ἀναστάντας ἀνύειν τὸ λοιπὸν
ἐς τὸ ἄστυ.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἔτι γὰρ Ἀθήνησιν, ὦ μακάριε, εἶναι δοκεῖς, ὃς
ἀμφὶ Βαβυλῶνα ἐν τῷ πεδίῳ πρὸ τῶν τειχῶν ἐν
τοσούτοις στρατιώταις κάθησαι περὶ τοῦ πολέμου
διασκοπούμενος;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Εὖ γε
<note xml:lang="mul" n="6.472.2">εὔ γε add. Dindorf.</note>
 ὑπέμνησας. ἐγὼ δὲ νήφειν ᾤμην καὶ
ὕπαρ ἀποφανεῖσθαι
<note xml:lang="mul" n="6.472.3">So Bekker: καὶ οὐ παρὰ τὸ φανεῖσθαι MSS.</note>
 τὴν γνώμην.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="36"><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p> Πρόσιμεν δή, εἴ σοι δοκεῖ. καὶ ὅπως ἄνδρες
ἀγαθοὶ ἐν τοῖς κινδύνοις ἔσεσθε μηδὲ προδώσετε
τὸ πάτριον φρόνημα. ἤδη γάρ που καὶ οἱ πολέμιοι
ἐπιλαμβάνουσιν. ὥστε τὸ μὲν σύνθημα ἔστω
Ἐνυάλιος. ὑμεῖς δὲ ἐπειδὰν σημάνῃ ὁ σαλπιγκτής,
ἀλαλάξαντες καὶ τὰ δόρατα κρούσαντες πρὸς τὰς
ἀσπίδας ἐπείγεσθε συμμῖξαι
<note xml:lang="mul" n="6.472.4">συμμῖξαι Jacobitz: συμμίξαι MSS.</note>
 τοῖς ἐναντίοις καὶ
ἐντὸς γενέσθαι τῶν τοξευμάτων, ὡς μηδὲ πληγὰς
λαμβάνωμεν ἀκροβολίζεσθαι αὐτοῖς διδόντες. καὶ
ἐπειδὴ ἐς χεῖρας ἤδη συνεληλύθαμεν, τὸ μὲν
εὐώνυμον καὶ ὁ Τιμόλαος ἐτρέψαντο τοὺς καθ'
αὑτοὺς Μήδους ὄντας, τὸ δὲ κατ' ἐμὲ ἰσόπαλον



<pb n="v.6.p.474"/>

ἔτι, Πέρσαι γάρ εἰσι καὶ ὁ βασιλεὺς ἐν αὐτοῖς.
ἡ δὲ ἵππος ἅπασα τῶν βαρβάρων ἐπὶ τὸ δεξιὸν
ἡμῶν ἐλαύνουσιν, ὥστε, ὦ Λυκῖνε, αὐτός τε ἀνὴρ
ἀγαθὸς γίγνου καὶ τοῖς μετὰ σαυτοῦ παρακελεύου
δέχεσθαι τὴν ἐπέλασιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="37"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ὢ τῆς τύχης. ἐπ' ἐμὲ γὰρ οἱ ἱππεῖς ἅπαντες
καὶ μόνος ἐπιτήδειος αὐτοῖς ἔδοξα ἐπελαύνεσθαι.
καί μοι δοκῶ, ἢν βιάζωνται, αὐτομολήσειν προσδραμὼν
ἐς τὴν παλαίστραν ἔτι πολεμοῦντας ὑμᾶς
καταλιπών.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Μηδαμῶς. κρατεῖς γὰρ αὐτῶν καὶ σὺ ἤδη τὸ
μέρος. ἐγὼ δέ, ὡς ὁρᾷς, καὶ μονομαχήσω πρὸς
τὸν βασιλέα· προκαλεῖται γάρ με καὶ ἀναδῦναι
πάντως αἰσχρόν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Νὴ Δία καὶ τετρώσῃ αὐτίκα μάλα πρὸς αὐτοῦ.
βασιλικὸν γὰρ καὶ τὸ τρωθῆναι περὶ τῆς ἀρχῆς
μαχόμενον.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Εὖ λέγεις. ἐπιπόλαιον μέντοι
<note xml:lang="mul" n="6.474.1">μέντοι Bekker: μέν σοι (or μοι) MSS.</note>
 τὸ τραῦμα καὶ
οὐκ εἰς τὰ φανερὰ τοῦ σώματος, ὡς μηδὲ τὴν
οὐλὴν ὕστερον ἄμορφον γενέσθαι. πλὴν ἀλλὰ
ὁρᾷς ὅπως ἐπελάσας μιᾷ πληγῇ αὐτόν τε καὶ τὸν
ἵππον διέπειρα τὴν λόγχην ἀφείς, εἶτα τὴν
κεφαλὴν ἀποτεμὼν καὶ ἀφελὼν τὸ διάδημα
βασιλεὺς ἤδη γέγονα προσκυνούμενος ὑφ' ἁπάντων;
 οἱ βάρβαροι προσκυνείτωσαν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="38"><sp><p>ὑμῶν
<note xml:lang="mul" n="6.474.2">ὑμῶν Solanus: ἡμῖν MSS.</note>
 κατὰ τὸν
Ἑλλήνων νόμον ἄρξω εἷς στρατηγὸς ὀνομαζόμενος.



<pb n="v.6.p.476"/>

ἐπὶ τούτοις ἄρα ἐννοεῖτε ὅσας μὲν πόλεις ἐπωνύμους
ἐπ' ἐμαυτοῦ οἰκιῶ, ὅσας δὲ καὶ καθαιρήσω ἑλὼν
κατὰ κράτος, αἳ ἂν ὑβρίσωσί τι ἐς τὴν ἀρχήν.
ἁπάντων δὲ μάλιστα Κυδίαν τὸν πλούσιον μετελεύσομαι,
ὃς ὅμορος
<note xml:lang="mul" n="6.476.1">After ὅμορος MSS. have ἤδη: del. Fritzsche.</note>
 ὤν μοι ἐξέωσε τοῦ ἀγροῦ
ἐπιβαίνων κατ' ὀλίγον ἐς τὸ εἴσω τῶν ὅρων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="39"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Πέπαυσο ἤδη, ὦ Σάμιππε. καιρὸς γὰρ σὲ ἤδη
μὲν νενικηκότα τηλικαύτην μάχην ἐν Βαβυλῶνι
εὐωχεῖσθαι τὰ ἐπινίκια—ἑκστάδιος γὰρ οἶμαί σοι
ἡ ἀρχή—Τιμόλαον δὲ ἐν τῷ μέρει εὔχεσθαι ὅπερ
ἂν ἐθέλῃ.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Τί δ’ οὖν, ὦ Λυκῖνε; οἷά σοι ᾐτῆσθαι δοκῶ;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Παρὰ πολύ,
<note xml:lang="mul" n="6.476.2">So Jacobitz: παραπολύ MSS.</note>
 ὦ θαυμασιώτατε βασιλέων, ἐπιπονώτερα
καὶ βιαιότερα τῶν Ἀδειμάντου, παρ'
ὅσον ἐκεῖνος μὲν ἐτρύφα διτάλαντα χρύσεα ἐκπώματα
προπίνων
<note xml:lang="mul" n="6.476.3">προπίνων Gesner and Cobet: προτεινόμενος (or προτείνων) MSS.</note>
 τοῖς συμπόταις, σὺ δὲ καὶ
ἐτιτρώσκου μονομαχῶν καὶ ἐδεδίεις καὶ ἐφρόντιζες
νύκτωρ καὶ μεθ' ἡμέραν· οὐ μόνον γάρ σοι τὰ
παρὰ τῶν πολεμίων φοβερὰ ἦν, ἀλλὰ καὶ ἐπιβουλαὶ
μυρίαι καὶ φθόνος παρὰ τῶν συνόντων καὶ μῖσος
καὶ κολακεία, φίλος δὲ οὐδεὶς ἀληθής, ἀλλὰ πρὸς
τὸ δέος ἅπαντες ἢ πρὸς τὴν ἐλπίδα εὖνοι δοκοῦντες
εἶναι. ἀπόλαυσις μέν γε οὐδὲ ὄναρ τῶν ἡδέων,
ἀλλὰ δόξα μόνη καὶ πορφυρὶς χρυσῷ ποικίλη καὶ
ταινία λευκὴ περὶ τῷ μετώπῳ καὶ δορυφόροι
προϊόντες, τὰ δ’ ἄλλα κάματος ἀφόρητος καὶ ἀηδία




<pb n="v.6.p.478"/>

πολλή, καὶ ἢ χρηματίζειν δεῖ τοῖς παρὰ τῶν
πολεμίων ἥκουσιν ἢ δικάζειν ἢ καταπέμπειν τοῖς
ὑπηκόοις ἐπιτάγματα, καὶ ἤτοι ἀφέστηκέ τι ἔθνος
ἢ ἐπελαύνουσί τινες τῶν ἔξω τῆς ἀρχῆς. δεδιέναι
οὖν δεῖ πάντα καὶ ὑφορᾶσθαι, καὶ ὅλως ὑπὸ
πάντων μᾶλλον ἢ ὑπὸ σεαυτοῦ εὐδαιμονίζεσθαι.
</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="40"><sp><p> καὶ γὰρ οὖν καὶ τόδε πῶς οὐ ταπεινόν, ὅτι καὶ
νοσεῖς τὰ ὅμοια τοῖς ἰδιώταις καὶ ὁ πυρετὸς οὐ
διαγιγνώσκει σε βασιλέα ὄντα οὐδ’ ὁ θάνατος
δέδιε τοὺς δορυφόρους, ἀλλ’ ἐπιστάς, ὁπόταν αὐτῷ
δοκῇ, ἄγει οἰμώζοντα οὐκ αἰδούμενος τὸ διάδημα;
σὺ δὲ ὁ οὕτως ὑψηλὸς καταπεσὼν ἀνάσπαστος ἐκ
τοῦ βασιλείου θρόνου τὴν αὐτὴν ὁδὸν ἄπει τοῖς
πολλοῖς, ἰσότιμος ἐλαυνόμενος ἐν τῇ ἀγέλῃ τῶν
νεκρῶν, χῶμα ὑψηλὸν ὑπὲρ γῆς καὶ στήλην
μακρὰν ἢ πυραμίδα εὔγραμμον τὰς γωνίας ἀπολιπών,
ἐκπρόθεσμα καὶ ἀνεπαίσθητα φιλοτιμήματα.
εἰκόνες δὲ ἐκεῖναι καὶ νεῴ,
<note xml:lang="mul" n="6.478.1">νεῴ Guyet: νεὼς MSS.</note>
 οὓς ἀνιστᾶσιν αἱ
πόλεις θεραπεύουσαι, καὶ τὸ μέγα ὄνομα πάντα
κατ' ὀλίγον ὑπορρεῖ καὶ ἄπεισιν ἀμελούμενα. ἢν
δὲ καὶ ὅτι μάλιστα ἐπὶ πλεῖστον παραμείνῃ, τίς
ἔτι ἀπόλαυσις ἀναισθήτῳ αὐτῷ γενομένῳ; ὁρᾷς
οἷα μὲν ἔτι ζῶν ἕξεις πράγματα δεδιὼς καὶ
φροντίζων καὶ κάμνων, οἷα δὲ καὶ μετὰ τὴν
ἀπαλλαγὴν ἔσται;</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>