<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:35-36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:35-36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="35"><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p> Ἀλλ' ἐγὼ μέν φημι δεῖν ὑμᾶς τὸ πεζὸν ἀπιέναι
τὴν ἐπὶ Κτησιφῶντος, ἡμᾶς δὲ τὸ ἱππικὸν αὐτοῦ
μένειν τὴν Βαβυλῶνα διαφυλάξοντας.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἀποδειλιᾷς καὶ σύ, ὦ Ἀδείμαντε, πλησίον τοῦ
κινδύνου γενόμενος; σοὶ δὲ τί δοκεῖ, ὦ Τιμόλαε;</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Ἁπάσῃ τῇ στρατιᾷ βαδίζειν ἐπὶ τοὺς πολεμίους,
μηδὲ περιμένειν ἔστ' ἂν ἄμεινον παρασκευάσωνται
πανταχόθεν τῶν συμμάχων προσγενομένων, ἀλλ’
ἕως ἔτι καθ' ὁδόν εἰσιν οἱ πολέμιοι, ἐπιχειρῶμεν
αὐτοῖς.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Εὖ λέγεις. σὺ δὲ τί, ὦ Λυκῖνε, δοκιμάζεις;</p></sp><pb n="v.6.p.472"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἐγώ σοι φράσω. ἐπειδὴ κεκμήκαμεν συντόνως
ὁδεύοντες, ὁπότε κατῄειμεν ἕωθεν ἐς τὸν Πειραιᾶ,
καὶ νῦν ἤδη τριάκοντά που σταδίους προκεχωρήκαμεν
καὶ ὁ ἥλιος πολύς, κατὰ μεσημβρίαν γὰρ
ἤδη μάλιστα, ἐνταῦθά που ἐπὶ τὰς ἐλαίας ἐπὶ τῆς
ἀνατετραμμένης
<note xml:lang="mul" n="6.472.1">ἀνατετραμμένης Gesner: ἀναγεγραμμένης MSS.</note>
 στήλης καθίσαντας ἀναπαύσασθαι,
εἶτα οὕτως ἀναστάντας ἀνύειν τὸ λοιπὸν
ἐς τὸ ἄστυ.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἔτι γὰρ Ἀθήνησιν, ὦ μακάριε, εἶναι δοκεῖς, ὃς
ἀμφὶ Βαβυλῶνα ἐν τῷ πεδίῳ πρὸ τῶν τειχῶν ἐν
τοσούτοις στρατιώταις κάθησαι περὶ τοῦ πολέμου
διασκοπούμενος;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Εὖ γε
<note xml:lang="mul" n="6.472.2">εὔ γε add. Dindorf.</note>
 ὑπέμνησας. ἐγὼ δὲ νήφειν ᾤμην καὶ
ὕπαρ ἀποφανεῖσθαι
<note xml:lang="mul" n="6.472.3">So Bekker: καὶ οὐ παρὰ τὸ φανεῖσθαι MSS.</note>
 τὴν γνώμην.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="36"><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p> Πρόσιμεν δή, εἴ σοι δοκεῖ. καὶ ὅπως ἄνδρες
ἀγαθοὶ ἐν τοῖς κινδύνοις ἔσεσθε μηδὲ προδώσετε
τὸ πάτριον φρόνημα. ἤδη γάρ που καὶ οἱ πολέμιοι
ἐπιλαμβάνουσιν. ὥστε τὸ μὲν σύνθημα ἔστω
Ἐνυάλιος. ὑμεῖς δὲ ἐπειδὰν σημάνῃ ὁ σαλπιγκτής,
ἀλαλάξαντες καὶ τὰ δόρατα κρούσαντες πρὸς τὰς
ἀσπίδας ἐπείγεσθε συμμῖξαι
<note xml:lang="mul" n="6.472.4">συμμῖξαι Jacobitz: συμμίξαι MSS.</note>
 τοῖς ἐναντίοις καὶ
ἐντὸς γενέσθαι τῶν τοξευμάτων, ὡς μηδὲ πληγὰς
λαμβάνωμεν ἀκροβολίζεσθαι αὐτοῖς διδόντες. καὶ
ἐπειδὴ ἐς χεῖρας ἤδη συνεληλύθαμεν, τὸ μὲν
εὐώνυμον καὶ ὁ Τιμόλαος ἐτρέψαντο τοὺς καθ'
αὑτοὺς Μήδους ὄντας, τὸ δὲ κατ' ἐμὲ ἰσόπαλον



<pb n="v.6.p.474"/>

ἔτι, Πέρσαι γάρ εἰσι καὶ ὁ βασιλεὺς ἐν αὐτοῖς.
ἡ δὲ ἵππος ἅπασα τῶν βαρβάρων ἐπὶ τὸ δεξιὸν
ἡμῶν ἐλαύνουσιν, ὥστε, ὦ Λυκῖνε, αὐτός τε ἀνὴρ
ἀγαθὸς γίγνου καὶ τοῖς μετὰ σαυτοῦ παρακελεύου
δέχεσθαι τὴν ἐπέλασιν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>