<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:33-34</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:33-34</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="33"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἐμέ, ὦ βασιλεῦ, εἰ δοκεῖ, σατράπην τῆς Ἑλλάδος
κατάλιπε. δειλὸς γάρ εἰμι καὶ τῶν οἴκοι πολὺ
ἀπελθεῖν οὐκ ἂν ἡδέως ὑπομείναιμι. σὺ δὲ ἔοικας
ἐπὶ Ἀρμενίους καὶ Παρθυαίους ἐλάσειν μάχιμα
φῦλα καὶ τὴν τοξικὴν εὔστοχα. ὥστε ἄλλῳ
παραδοὺς τὸ δεξιὸν ἐμὲ Ἀντίπατρόν τινα ἔασον
ἐπὶ τῆς Ἑλλάδος, μή με καὶ διαπείρῃ τις οἰστῷ
ἄθλιον βαλὼν ἐς τὰ γυμνὰ περὶ Σοῦσα ἢ Βάκτρα
ἡγούμενόν σοι τῆς φάλαγγος.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἀποδιδράσκεις, ὦ Λυκῖνε, τὸν κατάλογον δειλὸς
ὤν. ὁ δὲ νόμος ἀποτετμῆσθαι τὴν κεφαλήν, εἴ τις
λιπὼν φαίνοιτο τὴν τάξιν. ἀλλ’ ἐπεὶ κατὰ τὸν
Εὐφράτην ἤδη ἐσμὲν καὶ ὁ ποταμὸς ἔζευκται καὶ
κατόπιν ὁπόσα διεληλύθαμεν ἀσφαλῶς ἔχει καὶ
πάντα ὕπαρχοι κατέχουσιν ὑπ' ἐμοῦ ἑκάστῳ
ἔθνει ἐπεισαχθέντες, οἱ δὲ καὶ ἀπίασι τὴν Φοινίκην
ἡμῖν ἐν τούτῳ καὶ τὴν Παλαιστίνην εἶτα καὶ τὴν
  Αἴγυπτον προσαξόμενοι, </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="34"><sp><p>σὺ πρῶτος, ὦ Λυκῖνε,
διάβαινε τὸ δεξιὸν ἄγων, εἶτα ἐγὼ καὶ μετ' ἐμὲ ὁ
Τιμόλαος· ἐπὶ πᾶσι δὲ τὸ ἱππικὸν ἄγε σύ, ὦ
Ἀδείμαντε. καὶ διὰ μὲν τῆς Μεσοποταμίας οὐδεὶς
ἀπήντηκεν ἡμῖν πολέμιος, ἀλλὰ ἑκόντες αὑτούς τε
καὶ τὰς ἀκροπόλεις ἅνθρωποι
<note xml:lang="mul" n="6.468.2">ἅνθρωποι Fritzsche: ἄνθρωποι MSS.</note>
 ἐνεχείρισαν, καὶ


<pb n="v.6.p.470"/>

ἐπὶ Βαβυλῶνα ἐλθόντες ἀπροσδόκητοι παρήλθομεν
εἰς τὸ εἴσω τῶν τειχῶν καὶ ἔχομεν τὴν πόλιν. ὁ
βασιλεὺς δὲ περὶ Κτησιφῶντα διατρίβων ἤκουσε
τὴν ἔφοδον, εἶτα εἰς Σελεύκειαν παρελθὼν παρασκευάζεται
ἱππέας τε ὅτι πλείστους μεταπεμπόμενος
καὶ τοξότας καὶ σφενδονήτας. ἀπαγγέλλουσι δ’
οὖν οἱ σκοποὶ ἀμφὶ τὰς ἑκατὸν ἤδη μυριάδας τοῦ
μαχίμου συνειλέχθαι καὶ τούτων εἴκοσιν ἱπποτοξότας,
καίτοι οὔπω ὁ Ἀρμένιος πάρεστιν οὔτε οἱ
κατὰ τὴν Κασπίαν θάλατταν οἰκοῦντες οὔτε οἱ
ἀπὸ Βάκτρων, ἀλλ’ ἐκ τῶν πλησίον καὶ προαστείων
τῆς ἀρχῆς· οὕτω ῥᾳδίως τοσαύτας μυριάδας
κατέλεξε.
<note xml:lang="mul" n="6.470.1">κατέλεξε Pellet: κατέαξε MSS.</note>
 καιρὸς οὖν ἤδη σκοπεῖν ἡμᾶς ὅ τι
χρὴ ποιεῖν.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>