<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:31-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3:31-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="31"><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p> Ἐγώ σοι, ὦ Σάμιππε, ἡγήσομαι τῶν ἱππέων,
Λυκῖνος δὲ τὸ δεξιὸν κέρας ἐχέτω. δίκαιος δ’
ἂν εἴην τυχεῖν παρὰ σοῦ τῶν μεγίστων τοσούτοις
σε μεδίμνοις δωρησάμενος ἐπισήμου χρυσίου.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Καὶ αὐτοὺς ἐρώμεθα, ὦ Ἀδείμαντε, τοὺς ἱππέας,
εἰ δέξονταί ἄρχοντα σε σφῶν γενέσθαι. ὅτῳ δοκεῖ,
ὦ ἱππεῖς, Ἀδείμαντον ἱππαρχεῖν, ἀνατεινάτω τὴν
χεῖρα.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Πάντες, ὡς ὁρᾷς, ὦ Σάμιππε, ἐχειροτόνησαν.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἀλλὰ σὺ μὲν ἄρχε τῆς ἵππου, Λυκῖνος δὲ ἐχέτω
τὸ δεξιόν. οὑτοσὶ δὲ Τιμόλαος ἐπὶ τοῦ εὐωνύμου
τετάξεται. ἐγὼ δὲ κατὰ μέσον, ὡς νόμος βασιλεῦσι
 τῶν Περσῶν, ἐπειδὰν αὐτοὶ συμπαρῶσι.
<note xml:lang="mul" n="6.466.2">αὐτοὶ συμπαρῶσι Ω: αὐτοὶ συμπαρ (sic) Γ: αὐτοὶ συμπαρεδερεύειν αὑτοῖς βούλονταί τινας Ν.</note></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="32"><sp><p>
 προΐωμεν
δὲ ἤδη τὴν ἐπὶ Κορίνθου διὰ τῆς ὀρεινῆς
ἐπευξάμενοι τῷ βασιλείῳ Διί· κἀπειδὰν τἀν τῇ
Ἑλλάδι πάντα ἤδη χειρωσώμεθα—οὐδεὶς γὰρ ὁ
ἐναντιωθησόμενος ἡμῖν τὰ ὅπλα τοσούτοις οὖσιν,
ἀλλ’ ἀκονιτὶ κρατοῦμεν—ἐπιβάντες ἐπὶ τὰς τριήρεις
καὶ τοὺς ἵππους εἰς τὰς ἱππαγωγοὺς ἐμβιβάσαντες—παρεσκεύασται
δ’ ἐν Κεγχρεαῖς καὶ σῖτος ἱκανὸς
καὶ τὰ πλοῖα διαρκῆ καὶ τὰ ἄλλα πάντα—διαβάλωμεν
<note xml:lang="mul" n="6.466.3">διαβάλωμεν: Dindorf and Bekker: διαλάβωμεν MSS.</note>

τὸν Αἰγαῖον ἐς τὴν Ἰωνίαν, εἶτα



<pb n="v.6.p.468"/>

ἐκεῖ τῇ Ἀρτέμιδι θύσαντες καὶ τὰς πόλεις
ἀτειχίστους λαβόντες ῥᾳδίως ἄρχοντας ἀπολιπόντες
προχωρῶμεν ἐπὶ Συρίας διὰ Καρίας, εἶτα Λυκίας
καὶ Παμφυλίας καὶ Πισιδῶν καὶ τῆς παραλίου
καὶ ὀρεινῆς Κιλικίας, ἄχρι
<note xml:lang="mul" n="6.468.1">ἄχρι Jacobitz: ἄχρις MSS.</note>
 ἂν ἐπὶ τὸν Εὐφράτην
ἀφικώμεθα.</p></sp></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>